Ancient Greek
440.1
Nicephorus Basilaces, Progymnasmata 440.1
Unproofread scanNot analysed yet
14. Τὸ κατὰ τὸν Νάρκισσον. 169 Νάρκισσος, ὁ νῦν διαπρέπων ἐν ἄνθεσιν, ἐν μειρακίοις πάλαι διέλαμπεν. εὐανθὴς ἦν τὸν τοῦ προσώπου λειμῶνα, καλὸς τὴν μορφήν, ἄμαχος τὴν θέαν, τὸ κάλλος ἄνικτος. ἐφείλχετο καὶ τοὺς τῶν ἄλλων ὀφθαλμούς, ἀλλ’ εἶχεν αὐτὸς ἕτερον ἔρωτα, κύνας ἐπισύρεσθαι, καὶ πρὸς θήρας ἱππάζεσθαι, καὶ ποτε πολλοὺς τοὺς ἐκ τῆς θήρας ἀποστάζων ἰδρώτας περιίσταται τινὰ πηγὴν, διαφανῆ μὲν ἰδεῖν, ποτιμωτάτην δὲ πίνειν, ἡ δὲ τὴν μὲν τῆς δίψης φλόγα μαραίνει τῷ μειρακίῳ, ἕτερον δὲ πῦρ ἀνάπτει τὸν ἔρωτα. καὶ διψῶντα μὲν ὕδατος παύει, κάλλους δὲ διψῶν αὐθὶς βιάζεται, γίνεται τῆς ὕδρας κάτοπτρον. ὡς ἐν πίνακι τῷ ῥέυματι γράφει τὸν Νάρκισσον.