Ancient Greek
440.3
Nicephorus Basilaces, Progymnasmata 440.3
Unproofread scanNot analysed yet
170 καὶ τοῖς αὐτοῦ κάλλεσι βάλλεται Νάρκισσος. καὶ ὁ πολλοὺς πρότερον ἔδρασε, τοῦτο τρικαῦτα παιδὼν αὐτὸς ἔλαθε. Νάρκισσος ἐκ πηγῆς τὸ κάλλος ἀνέβλεξε, καὶ Νάρκισσος διψῶν οὐκ ἐπιπίπταται. Νάρκισσος ὑπερίσταται τῶν ναμάτων, καὶ Νάρκισσος ἕτερος ὑπὸ τὴν πηγὴν διεφαίνετο· ἐμεidia Νάρκισσος ἄνωθεν, καὶ κάτωθεν αὐθὶς ἀντεμεidia τὸ κάλλος. ταῦτα ἦν ἄμφω πάντα ὡς ἐν κατόπτρῳ διαφαίνει τῇ πηγῇ. ἀλλ’ εἶχέ τι καὶ θαύματος, οἷς διήλλαττε τὸ φαινόμενον. ὀφθαλμοὶ πρὸς τὴν ὄψιν ἐπεπῆγσαν, καὶ τὸ κάλλος ἐναπέσταξε τῇ πηγῇ· ἡ τῶν ὑδάτων φύσις θάσσον ἀπέρρεε, καὶ τὸ ῥεῦσαν ἐκ τῶν ὀφθαλμῶν ἐν οὐκ εἴδοσι μένεω ἐπεπῆγει τοῖς ὕδασιν. ἐντεῦθεν ὁ ἔρως θερμότερον ἐπείξεσεν τῷ Ναρκίσσω. ὁ δὲ μὴ φέρων τὸ πῦρ ἐπαφήκεν ἑαυτὸν τοῖς ῥεύμασιν, ὡς ἂν καὶ τὸν δοκοῦντα περιπτύξαιτο Νάρκισσον, καὶ τὴν ἔρωτος πυρκαϊὰν ἀποσβέσειεν. ἀλλ’ ἡ τῶν ὑδάτων φύσις αὐτῷ κάλλει τὸν ἔρωτα ξυναπέσχεσε, τῷ ζῶντι Ναρκίσσῳ καὶ τὸν δοκοῦντα συνάποκρύψασα. οὐ μιμεῖται τὴν πηγὴν ἡ γῆ, ἀλλ’ οἰκτεῖρει τὴν συμφορὰν, καὶ σοφίζεται τὴν μνήμην τοῦ πάθους, καὶ τοῦ καλοῦ