Ancient Greek
441.1 to 441.22
Nicephorus Basilaces, Progymnasmata 441.1-22
Unproofread scanNot analysed yet
μειρακίου καλὸν ἄνθος ἀντιχαρίζεται Ναρκίσσῳ καὶ ξφωτι. οὕτω καὶ μετὰ τελευτὴν περιέστι Νάρκισσος, καὶ αὐθὶς οὐδὲν ἧττον ἢ πρότερον εἰς κάλλος ἀνθεῖ. Τὸ κατὰ τὸν Πολύδωρον. Δεὸς εἶχε ποτὲ καὶ τὴν Τροίαν πεσεῖν, καὶ Πρίαμος τὴν ἄλωσιν ἐμαντεύετο, καὶ τὴν συμφορὰν ἐπιγνοὺς προνοεῖται τοῦ γένους, προμυθεῖται τῆς πόλεως σωτηρίαν παιδός, καὶ χρυσοῦ φυλαχήν, καὶ φιλίαν Θρακὸς πρὸς τὴν τύχην ὥσπερ ἀντισοφίζεται. ὁρᾷ τὸν τῶν παιδῶν χορόν. καὶ τῶν μὲν τὴν ἀκμὴν τοῖς Ἕλλησιν ἀνθιστά, καὶ πρὸς τὴν παροῦσαν τύχην μερίζεται. Πολυδώρου δὲ τὸ τῆς ἡλικίας ἀπόμαχον ἀποσπᾷ μὲν τοῦ πολέμου, ἐγχειρίζει δὲ Πολυμήστορι, καὶ πρὸς τὴν ἐπιούσαν τύχην παιδὰ καὶ χρυσὸν ταμιεύεται, ἵν᾽ ἐσῦστερον καὶ Ἴλιος ἔχῃ τὸν ἀνορθώσοντα, καὶ τὸ λοιπὸν τοῦ γένους τὸν ζῳπυρήσοντα. δέχεται τὸν παῖδα ὁ Θρᾶξ, ὑποδέχεται καὶ τὸν χρυσόν, καὶ τὸ τῆς μάχης ἀσταδίμητον ὑφρώμενος ἀπέχει τέως τῆς γνώμης τὸ βάρβαρον. ὑποκρύπτεται τί φιλόχρυσον· σχηματίζεται τὸ φιλόφιλον. τοιοῦτον γάρ τοι χῆμα βάρβαρος. καὶ τὴν δειλίαν οἰκονομῶν, ἔνθα πεφόβηται, καὶ τὸν φίλον πλαττόμενος, ἔνθα τὸ φανερῶς λυπεῖν οὐκ ἠπόρησεν. ὡς γοῦν ἡ τύχη μετὰ καὶ τῶν Ἑλλήνων τῷ Πριάμῳ ἐπέθετο, καὶ ὁ Πολυμήστωρ αὐτῷ ξυνεπιτίθεται. καὶ κτείνει μὲν τὸν Πολύδωρον, καὶ τὸ σῶμα νεκρὸν ἐπαφήκε πελάγιον. προσαιφαιρεῖται δὲ τὸν χρυσόν, καὶ παρανομεῖ τῆς φιλίας τριπλάσια, μήτε περιόντα τὸν παῖδα οἰκτείρας, καὶ μετὰ τὴν τελευτὴν οὐ φεισάμενος, καὶ χρυσοῦ μελετήσας ἀφαιρέσιν, οὐ τὴν φυλακὴν ἐπιστεύετο, ἀλλ᾽ οὐδὲν ἠδίκη τὸν Φίλιον, ἐκεῖθεν αὐθὶς τὴν δίκην ἀπέτισε. χρυσὸς ἐκεῖνον ἀδικεῖν ἐδελέασε, χρυσό, καὶ πάλιν εἰς τὸ παιδεῖν ὑπῆγάγετο.