Ancient Greek
442.2
Nicephorus Basilaces, Progymnasmata 442.2
Unproofread scanNot analysed yet
Χ ρ ε ί α. 1. Εὐεργετῶν νόμιζε μιμεῖσθαι θεόν. Καὶ ἐξ ἄλλων μὲν πολλῶν ὁ πολὺς τὰ θεία καὶ μέγας Γρηγόριος ἐγνώριζετο, ἡ δὲ σοφία ἦν αὐτῷ τὸ ἐπίσημον, οὐ μόνον ἡ κάτω καὶ συρομένη καὶ στροφαῖς λέξεων καὶ λόγοις ἀποχρότοις κατακλίουσα τὰς ἀκοάς, ἀλλ’ ὅση καὶ πρὸς οὐρανὸν ἀνάγει τὴν ἀνθρώπινον ψυχὴν καὶ τὸν κοσμοποιὸν ἐξαιρεῖ, καὶ τὸν ἀόρητον πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος ἐκφαντορικῶς ἡμῖν παριστᾷ, καὶ τὸ εὐσταλὲς καὶ κοῦφον καὶ εὐζωνον τῷ δεσπότῃ χαρίζεται νῷ, ὡς κατὰ τῆς σαρκὸς συμμαχοῦσα τῷ πνεύματι. Ὅσα μὲν οὖν οὗτος περὶ τε φυσιολογίαν πνευματικὴν, περὶ τε δογματολογίαν οὐράμιον καὶ περὶ τὰ χωριστὰ τῆς ὕλης ἐπόνησε, καὶ τὸ μέγα τῆς τριάδος μυστήριον, καὶ τὸ τῆς ἐν ἀνθρώποις τοῦ σωτῆρος ἀπόρρητον τὸ ἀπ’ αἰώνων καὶ γενεῶν κατὰ τὸν θεῖον κεκρυμμένον ἀπόστολον, τίς ἂν παραστήσαι λόγος ἐφίκοιτο;