Ancient Greek
443.1
Nicephorus Basilaces, Progymnasmata 443.1
Unproofread scanNot analysed yet
ἀλλὰ γε πρὸς τὸ προκείμενον ἡμεῖς τὸν λόγον ἰδύναμεν, καὶ θεωρητέον, τί περὶ τῆς εὐποιΐας ἢ τοῦ πνεύματος σάλπιγξ ἐσάλπισεν ἢ πάντα περιχοῦσα τὰ πέρατα· μέ-γα γὰρ τι κέρδος ἐντεῦθεν ἐμπορευσόμεθα. Ὁ τῶν καταδεεστέρων, φησίν, ἐπιστρεφόμενος καὶ ἐν ποιῶν κατὰ διηνεκεῖαν μιμεῖται τὸν ἀπάντων δεσπόζοντα· καὶ ταῦτα μὲν τῆς θεηγόρου γλώττης τὰ ῥήματα· ὅτι δὲ καὶ πρὸς ἀκρίβειαν ἰαμβοχρότοις λόγοις ταῦτα εἵρηκεν, ἢ τῶν λόγων ἀνάπτυξις τε καὶ μεταχειρῆσις τρανώσει σαφέστατα· πάντα γὰρ ὁ δημιουργὸς πρὸς εὐεργεσίαν τῶν ἀνθρώπων παρήγαγεν, ἥλιον πηγὴν τοῦ τῆδε φωτὸς ἡρέμα πως τῷ ἀέρι κεραννύμενον, καὶ προσηνῶς τοῖς ὕμμασι προσἐπιπίπτοντα, εἴτε ταῖς αὐγαῖς τοῦ πυρὸς καταπυροσείουσαν τὸ περίγειον· γῆν χλοηφόρον μυρίοις περιπυκαζομένην τοῖς ἄνθεσι, καὶ καρποφόροις δένδροις βλαστάνουσαν μυρία ζῷα ἐκ θαλάσσης, ἐξ ἀέρος, ἐκ γῆς, πηγὰς ναούσας γλυκερὰ καὶ διειδέστατα νάματα· ὁ γοῦν πρὸς τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας τῆς πηγίας χρηστότητος ἀφορῶν, καὶ ἑαυτὸν πάντα προύμενος, καὶ ἐν ὑψηλῷ καὶ μεγάλῳ κηρύγματι προκαλούμενος, δεῦτε πάντες, ἐμὸν ἄρτον φάγετε, καὶ πίετε οἶνον ὃν ὑμῖν κεκέρακα, ἀπολαύσατε τῶν ἐμῶν, ἢ μᾶλλον εἰπεῖν τοῦ θεοῦ δωρεῶν, ἀργύρου, χρυσοῦ, μαργάρων, διανυῶν λίθων πολυτελῶν, περιβλημάτων λαμπρῶν, οὐδὲν ἐμοὶ λέγων ἡδίστον, εἰ μὴ καὶ πρὸς κοινὴν ἀπόλαυσιν καὶ μετάληψιν πρόκεινται· οὐ γὰρ τῆς τῶν ἑτέρων ζωῆς τὴν οἰκείαν αὐτὸς προτίθεμαι. ἄγαλμα τοῦ θεοῦ περικαλλὲς ἑαυτὸν περὶ τὸν χθόνιον τοῦτον χῶρον εἵργαστο, καὶ παρ’ αὐτοῦ παρηγμένος τῆς μὲν κατ’ αὐτὸν οὐσίας διίσταται, ἀπομιμεῖται δ’ ὡς ἐφικτὸν κατὰ γε τὸ ἐπιστρεπτικὸν καὶ προνοητικὸν καὶ φιλάνθρωπον, ἅτε πᾶσι τὰ πρὸς χρείαν φιλοτιμούμενος· δοτὴρ ἀγαθῶν καὶ αὐτὸς μετὰ θεὸν καὶ ὃν καὶ θρυλούμενος πανταχοῦ· ὁ δὲ συνεχῶν καὶ κατορύττων τὰ κάτω