Ancient Greek
444.1
Nicephorus Basilaces, Progymnasmata 444.1
Unproofread scanNot analysed yet
μένοντα καὶ ἀνθεσιν ἴσα ῥέοντα καὶ μὴ δεδυνημένα πρὸς ἑτέραν λῆξιν ἡμῖν ἐντεῦθεν χωροῦσιν ἐφέπεσθαι, τὸ κοινὸν ἀπαναινόμενος ἀγαθὸν καὶ τὸ φύσει κοινωνῶν, μὴ τῆς τῶν ὁμοφυῶν ἀπορίας ἐπιστρεφόμενος, μὴ τῆς ταλαιπωρίας τῶν ὁμογενῶν προθυμούμενος, μόνης δὲ τῆς σφετέρας ἐξέχουτος ἀπολαύσεως, ἐκτρέχων τοῦ πρὸς ὃν ἀφορᾶν ἐπετράπημεν, καὶ εἰς προχάραγμα τι καὶ προκέντημα ἀποδύσταται τῆς ὑπερβαλοῦσης τοῦ θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος· ἐγγίζει γὰρ ὁ θεὸς τοῖς ἐγγίζουσι, καὶ τῶν διύσταμένων ἀφέστηκεν· ὅρα μοι τὸν φυτογογὸν τὸ τῆς φύσεως ἔργον ἀπομιμουμένον· ἐκείνη διὰ φλεβῶν ὡς διὰ τινων σωλήνων πρὸς τὰ τοῦ σώματος μόρια τὸ αἷμα διαπορθμεύουσα τρέφει, ζωογονεῖ, συνιστᾷ· οὕτως διὰ τινων συχνῶν ὀχετῶν τὸ ὕδωρ πρὸς τὰς ἄμαρας ὀχετηγῶν ποτίζει καὶ αὐξεῖ καὶ τὰ βλαστήματα γόνιμα δείκνυσιν· ὡς οὖν οὕτως τὴν ἐπιτροπεύουσαν φύσιν ἀπομιμεῖται τῆς τῶν φυτῶν ἀρδείας ἐπιμελούμενος, τῆς τῶν δένδρων προνοίας κηδόμενος, οὕτω καὶ οὗτος τὸ ἐπιστρεπτικὸν καὶ προνοητικὸν τοῦ θεοῦ παρὰ τῶν καὶ φιλάνθρωπον, μιμεῖται τὸν πάσης ὑπερδρυμένον ὀντότητος Ἀβραὰμ καὶ Ἰωσήφ καὶ οἱ φαιδροὶ τῆς ἐκκλησίας φωστήρες ἱκανοὶ τῷ λόγῳ πρὸς ἔνδειξιν, τοσοῦτον φιλοξενίας καὶ πτωχοτροφίας φροντίσαντες, ὡς οὐδενὸς ἑτέρου τῶν ἀγαθῶν· ἀλλὰ καὶ σοφώτατος Σολομὼν καὶ Δαυὶδ ὁ προφήτης ἅμα καὶ βασιλεὺς μακαριστὸν ἡγοῦνται καὶ ἔργον θεοῦ ἐργαζόμενον τὸν εὖ ποιεῖν προελόμενον, καὶ τὸν ἱλαρὸν δοτῆρα καὶ μὴ ἀνώμαλον βλέποντα· διὰ ταῦτα καὶ ὁ θεοφορούμενος οὗτος πατὴρ τὸ σοφὸν τοῦτο καὶ συνέσεως πλήρες ὑψηγόρησε λόγιον.