Ancient Greek
451.1
Nicephorus Basilaces, Progymnasmata 451.1
Unproofread scanNot analysed yet
μένην ὀφωμαί· εἰ δὲ τὰ γυναικῶν οὐχ ἐτρέφετο καὶ τὸ γένος παρήλλαττε· βεβαιοῦ γὰρ τὸ γένος ἡ τροφή, καὶ διαφόρους γένεσιν αἱ τροφαὶ παραπλησίως διάφοροι· πατέρα μοι λέγεις Ἀταλάντης Οἰνέα, καὶ δέχομαι· παρθένον ὑποτίθης καὶ πείθομαι· ἀπόδος καὶ τροφὴν παρθένους προσήκουσαν, ὡς νῦν γε πλάττεις φύσιν μὲν θῆλειαν, τρόπον δὲ ἀρρένα· καὶ τὸ τῆς τροφῆς παράδοξον ἀμφίβολον ποιεῖται τὴν γένεσιν· σκοπητέον γάρ, τίνες γυναιξὶν αἱ τροφαί, καὶ ὅπως αἰδοῦς ἔχουσαι, καὶ τίς Ἀταλάντης ὁ τρόπος, καὶ ὅπως τὰ τῆς τροφῆς παραλλάττονται· οὐκοῦν ἅμα τίκτεται βρέφος γυνή, καὶ προῆλθεν εἰς φῶς ἅμα καὶ θάλαμον, καὶ μετὰ τὴν τεκοῦσαν νηδὺν οὐδὲν οἶδε πλέον θάλαμον· γυνὴ ἐπὶ τούτοις ὑπὸ ταῖς τῆς μητρὸς χερσὶν ἐκπαιδεύεται· τὰ παρθενικὰ αἰδεῖται μέχρι καὶ βλέμματος, εἰς ἀρρένων ὀψίν οὐκ ἔρχεται, ἐπὶ τοσοῦτον ἤλθεν αἰδοῦς τὸ τῶν παρθένων χῆμα, ὡς μόνον οἶδε παρθενίας ἐξῆχεσθαι· ὑπὸ τῇ ταλασίᾳ διαπонеῖται, περὶ τὴν γυναικωνῖτιν οἰκουρεῖ, ταῖς θεραπαίναισι συνἐξετάζεται· ταῦτα γυναικὸς σωφρονοῦσης ἔργα, ταῦτα παρθένων παιδεύματα· τὴν δὲ τῶν ποιητῶν Ἀταλάντην ταύτην τόξον εἶχε καὶ λόφοι καὶ θήραι, καὶ θήλυς οὖσα τὴν φύσιν ἠνδρίζετο. Ἦπου καὶ περὶ τοξικὴν ἤριζε, καὶ τὸ παρθενικὸν οὐκ ἠσχύνετο, ὡς ἔγωγε οὐχ ὁρῶ, πῶς ἂν τις ταῦτα καὶ πείθοιτο, εἴ γε τὴν κόρην ἔχειν οὕτω φύσεως δώσομεν, ἀλλ’ ἤγε μήτηρ εἰ μὴ τὴν κλῆσιν ἐψεύδετο, πῶς ἂν ἀφήκεν ἐξω τοῦ θαλάμου, καὶ προσαπέλυσε τῆς χειρός, ἣν μέχρι καὶ γάμων ἔδει παιδαγωγεῖν· εἰ δὴ ἡ μήτηρ τοῦτο τὸ μέρος οὐκ ἐφρόντισε τοῦ παιδός, ἀλλὰ γε πρὸς τοῦ πατρὸς ἤκουσεν ἂν, ὁ πᾶσα πρὸς Λίδις Ἀφροδίτη· οὐδὲ τοι πολεμῖία ἔργα δέδοται· ἔπειτα θῆλεια μὲν θεὸς πολέμου φέρει τὰ δεύτερα, καὶ Θυητὴν οὐκ ἤνεγκε δεξαμένη πληγὴν· Ἀταλάντη δ’ ἐπεβάλετο πολεμεῖν καὶ Θυητὴ θῆλεια μείζον ἰσχύσεν.