Ancient Greek
452.1
Nicephorus Basilaces, Progymnasmata 452.1
Unproofread scanNot analysed yet
Ἀφροδίτης· μὴ γὰρ δή τὴν Θήραν νομιστίον ἀπόλεμον, ἀλλ᾽ εἰσὶ Θῆρες ὁπλιτῶν φοβερώτεροι· αὐτίκα πρὸς ἕνα Θῆρα μόλις Αἰτωλῶν πόλεις ὅλαι διήρκεσαν· κἂν Θηρατικὴν εἶναι τὴν χόρην δοίη τις, ἀλλὰ γε τὸ καλὴν εἶναι πάντως ὑφεῖλετο· ἀγρότης ἦν, τὰ πολλὰ ἐν ὄρει διετριβεν, ὑφ᾽ ὑψηλῶν λόφων διῆγεν, ὑφ᾽ ἡλίου ἐβάλλετο· τὸ δ᾽ ἅρα καὶ μελαίνειν τὴν ὥραν καὶ τὸ πολὺ τοῦ κάλλους ἂν ἴσως παρεῖλετο· καὶ τὸ τῶν Αἰθιόπων γένος ἡλίου ἔργον ἂν εἴη βάλλοντος ἄχρατα· καὶ τῶν γυναικῶν λευκότητος ἴδοι ἂν τις τὰς ἀστυχὰς ἥπερ τὰς ὁροτροφουμένας, τὰς ἐν ἀγροῖς. ἀλλ᾽ ἔστω καλὴ μὲν χόρη, πολεμικὴ δέ, ὡς ἀνὴρ, πόθεν δὲ καὶ ταχυτῆτος ποδῶν τὸ γυναικῶν ἀλλοτριώτατον εὔρατο· εἰ γὰρ ὅτι καλοὺς διὰ τοῦτο καὶ τοὺς πόδας πτηνοὺς, ὥρα καὶ πᾶσαν εὐπρεπῆ χόρην εἰς τάχος ὑπερφέρειν τῶν ἄλλων· εἰ δὲ τῷ κάλλει καὶ ταχυτῆς ἐμέται, καὶ ταχύς ἅπας ἂν εἴη καλός· εἰ δὲ πρὸς ἀνδρίαν τίθησι καὶ τοῦτο, ἀλλ᾽ οὐκ ἀνδρεία τὸ τάχος συνίζευκται· πολλοὶ μὲν γὰρ τοὺς μὲν πόδας κουφοί, τὰς δὲ χεῖρας. οὐ θαυμαστοί· κἂν γοῦν τὰ γυναικῶν ἐκβιάζεται, ἀλλ᾽ εἰς ἀνδρὸς ἀρετὴν οὐκ ἂν τοὺς ἀνδρας ὑπερεβάλλετο· παρθένος ἠγωνίζετο καὶ ἀνὴρ ἀπελείπετο· ἀνδρῶν ἐκράτει γυνή, καὶ πρὸς γυναῖκα ἄνδρες ἠλέγχοντο· ὅλως δὲ τίνα λόγον εἶχεν ὁ τοῦ τάχους ἀγών; εἰ μὲν ἤλθεν εἰς ἔρωτα, τί μὴ τὸν ἐρώμενον ἤγετο; εἰ δ᾽ οὔπω τὴν ψυχὴν ἐξ ἔρωτος ἐπαδε, τί μὴ τὸ παρθενεῖεν ἐφύλαττεν, εἴτε τις ἐρώσαν ταύτην ὑπόθοιτο, εἴτε μὴ ξυγχωροίη τὸ πάθος, οὐδένα λόγον εἶχεν ἡ πρόκλησις, οὐδ᾽ ἔχτην ἀγωνίζεσθαι· ἀλλ᾽ ἴδωμεν εἰ δοκεῖ καὶ τὸ κῆρυγμα· κοινὸν ἀπεκήρυξε τὸν ἀγῶνα, οὐκ ἀπέκλεισεν οὐδενὶ τὸ στάδιον, πᾶσιν ἀνέπετασε τὸ γυμνάσιον, κἂν φαῦλος τὴν ὄψιν ὑπερθαλεῖται, κἂν ἐνδεὴς ἀπὸ τύχης, κἂν ὑψηλὸς ἀπὸ γένους· μετὰ τὴν νίκην τὸ ἅθλον ἀποίσεται καὶ τι τῇ γυναικὶ μεῖζον τούτων εἰς