Ancient Greek
453.1
Nicephorus Basilaces, Progymnasmata 453.1
Unproofread scanNot analysed yet
ὀνειδος, ἀλλ’ οὐχὶ κοινὸν, οὔδὲ πρὸς πάντας τὸν ἄθλον ἀνείλετο. Καὶ τὶνα ταχυτῆτος εἶχε δόξαν τὸ μὴ πάντας ἐπίσης θαρρεῖν· ἀλλὰ τὸν μὲν ὡς νωθρὸν ὑποπτεύειν καὶ δέχεσθαι, τὸν δὲ τὸ τάχος ὑφορᾶσθαι καὶ τὸν ἀνταγωνιστὴν μὴ προσίεσθαι· τίς δ’ οὐκ ἂν τὴν κόρην 5 ὑπώπτευσε, καὶ τῇ προτέρᾳ τροφοῖ ἠλογίσато· ἀνδράσι συνδῆγε καὶ τὸ χρῆμα παρθενία πολέμιον· ἅμα τις εἶδε παρθένον, καὶ πρὸς τὸ κάλλος ὕλους ἀφήκε τοὺς ὀφθαλμούς· καὶ τὸ ἐντεῦθεν λόγος καὶ πείρα καὶ δῶρα πρὸς Ἀφροδίτην· ἐστιν οὖ καὶ βίας ἔρως ἐπάγαγε· τὸ γοῦν 10 ἐπὶ τῇ τροφῇ πρὸς ἄνδρας ὁμιλίας τοῖς ἐρασταῖς διεβέβλητο, καὶ παρθένος οὐκ ἦν ἀνειδοίαστος, εἰ δ’ οὐκ ἔχει παρθενίαν ὁ γάμος ἀβέβαιος· εἰ δ’ οὖν τῇ κόρῃ τὸ παρθενεῦειν ἀμφίβολον, πολλοὺς ἂν οὐκ εἶχε τοὺς ἐραστας· εἰ δ’ οὐκ εἰς πλήθος ἐπαφήκε τὸν ἔρωτα, τί λοιπὸν ἔδει χρηύματος; ἀλλὰ δεδοίσθω καὶ πλήθος ἐραστῶν καὶ κίρυνες δρόμου, καὶ γυναικὸς νίκη καὶ ὕβρις ἀνδρῶν· ὁ δὲ σοφὸς Ἰππομένης πῶθεν εἰς νοῦν ἔβαλλε τὸ μηχάνημα, καὶ ὡς ἀπὸ χρυσοῦ τὰς ὀπώρας ἐσκειάζει καὶ χρυσῷ τὴν κόρην ἀπατήσειν ἐνόμισε· διὰ τί μὴ τὸν χρυσὸν ὡς ἔδρασεν ἐνόμισεν, εἰ δὲ χρυσὸν διδὼν οὐκ ἐπειθε, πῶς ἡ κόρη μετὰ τῆς ἀπάτης ἔδεχετο, ἔξον καὶ πλείω τὰ ἔδνα λαβεῖν καὶ μὴ προσαπολαβεῖν ἴτταν καὶ γνώμης δόξαν οὐ σταθηρᾶς· πότερον δὲ πλείω τὰ μῆλα ὁ σοφιστὴς ἐκεῖνος εἴτουν ἐραστὴς ἐπεφέρετο, καὶ πῶς ἦν ἀγωνίασθαι τυσοῦτο βάρος ἐπιφορτισάμενον, ὅπου καὶ τὰ περιττὰ τῶν χιτῶνων ἐχρῆν ἀποδύσασθαι· εἰ δὲ μικρὸν ἦν εἰς ἀριθμὸν τὸ σόφισμα, βραχὺν ἂν ἡ κόρη χρόνον εἰς συλλογὴν ἀπησχόληται, καὶ τὸν χρυσὸν ἂν ἐκεῖνος προσαπολωλέκει, μηδὲν τῆς σοφίας προσαπο- 30