Ancient Greek
476.1
Nicephorus Basilaces, Progymnasmata 476.1
Unproofread scanNot analysed yet
5. Τινὰς ἂν εἴποι λόγους ἡ Δανάη ὑπὸ Διὸς εἰς χρυσὸν μεταβληθέντος διαπαρθενευθεῖσα. Ὦ πάτερ Ἀχρίσιε καὶ χάλκεος παρθενῶν καὶ σωφροσύνης προμήθεια, οὐδὲν ἡμῖν εἰς φυλακὴν ἐπηρκέσατε, χρυσὸς με τυραννεῖ, χρυσὸς με βιάζεται· ὦ χρυσὸς κάλλους ἐπίβουλος, ὦ χρυσὸς φιλοπάρθενος, μηκέτι κόσμου χάριν ὦ παρθένοι χρυσῷ τὸ σῶμα πιστεύετε· ὡς χρυσὸς ἐπυραῖγησεν ὅτε τὴν ἀρχὴν ἐξ ὁράφου ἐξόρυ, καὶ νῦν ὡς ἔραστής ἐκ κόλπου θερμὸς περιέχεται· ἤδη καὶ χρυσῆς Ἀφροδίτης γεύομαι, ἀλλὰ πόθεν ἐκείνη τὸν χρυσὸν τοῦτον ἐμεταλλεύσατο· ἐκ Μυχήνης ταύτης τῆς ἐκ γειτόνων τῆς πολυχρύσου· ἀλλ᾽ ἐκ Παχτωλοῦ ποταμοῦ χρυσοδίνου τὸν χρυσὸν ἡμῖν ἐπωχέτευσεν· ἀλλ᾽ οὐκ ἔστιν ἐπὶ γῆς οὐδ᾽ ἔστιν θνητὸς, ἀλλ᾽ οὐρανόθεν τὸν χρυσὸν ἡμῖν ἐπεφέκασεν· ἀλλ᾽ οὐκ Ἀθηνᾶς ταῦτα γοναὶ καὶ βωμὸς ἄπυρος, καὶ Ῥόδος ὅλη πόλις ἐπ᾽ Ἀθηνᾷ χαίροντες· χρυσοῦν καὶ τὸ τῶν θεῶν δάπεδον· ἀλλ᾽ ὁ χρυσὸς οὗτος κάκείνου στιλπνότερος, τίς χρυσογνώμων οὕτω τὸν χρυσὸν ἐξεπύρωσε; Δία τὸν χρυσὸν εἶναι μαντεύομαι, καὶ πολὺς ὁ ἔρως ἐξέκαυσε· μᾶτην ἄρα, ὦ πάτερ, τὴν παῖδα ἐφρούρεις, μᾶτην ἐν κόχλῃ πορφύρας τῷ χαλκῷ τὴν ὥραν ἐκάλυπτες· μᾶτην ὡς αἵμασιὰν τὸν χαλκὸν τῆς ἐμῆς ῥοδωνιάς προὔβέβλησαι· οὐκ ἤν ἀτειρὴς ὁ χαλκός, ὑπεῖξεν, ἐμαλθακίσθη, προὔδωκε κλέπτοντι χρυσῷ τὴν εἴσοδον, οὐκ ἀντέτεινεν, ὅτι σὺ τὸν χαλκὸν εἰς παστάδα ἐφιλοτέχνησας, ἔρως εἰς χρυσὸν ἐμεταλλούργει τὸν Δία, οἷα νέφος σελήνην τὴν σὴν παῖδα ἐπεσκήαζε χαλκός, ἀλλ᾽ ὁ Ζεὺς ἐμελέτα πάλαι τὴν ξύνοδον, ἥλιος καὶ τὸ ἐπιπροσθὸν ἀναρρήγνυται· ἔρως ἐπεῖδετο