Ancient Greek
477.1
Nicephorus Basilaces, Progymnasmata 477.1
Unproofread scanNot analysed yet
³ τῷ Δι᾽ ὅλους καμίνοὺς ὑφήγεν ἱμέρου, τὸ δὲ γε πῦρ ταῖς ἑμαῖς ἐξεπύριζε ⁴ παρειαῖς καὶ παρθένου θνητῆς ἐρύθημα τῶν ⁵ τῶν θεῶν ὑπατον ἔκαυσεν· ὀλὴν ἀφροδσίῶν πυρὶ κατηνθράκωσε, τὸν ἀστέχτῳ πυρὶ καὶ Τιτᾶνας κοιμήσαντα· ὁ δὲ ὡς δαλὸς ἐκπυροῦται καὶ χρυσὸς ἀστερωπὸς γίνεται, ὡς ἐν νυκτὶ τὸν χαλκὸν πῦρ αἰθόμενον περιήγαγε, καὶ ἕσπερος ἐν οὐρανῷ κυανῷ τῷ χαλκῷ περιίστραψεν· ὦ Ζεῦ ὑπατε θεῶν καὶ παιγνιον ἔρωτος, ὦ πάντων ἀνδρῶν κρατῶν καὶ παρθένῳ νικῶμενος, πάλαι σε ὡς ὄρνιν ἔρως ἐπέρωσε, καὶ ὡς ¹⁰ κύκνον ἄδειν ἐπεισε, πάλαι ὡς βοῦν ὀπλαῖς τοὺς πόδας ὠπλισε καὶ ὡς ταῦρον μυκάσθαι παρεβιάσατο, καὶ νῦν ὡς χρυσὸν ἐπέρωσε καὶ ὡς ἕδνον ἐπῆδωκεν. ὡς Δία προσκυνῶ, ὡς χρυσὸν φιλῶ, ὡς ἔραστὴν περιπτύσσομαι, εἴη δέ μοι καὶ λαμπρᾶς ἀπόνασθαι τῆς γονῆς, καὶ κρα- ¹³ τοῖη τῶν ἄλλων ὁ παῖς, ὡς θεῶν Ζεὺς, ὡς τῶν μετάλλων χρυσός.