Ancient Greek
477.2
Nicephorus Basilaces, Progymnasmata 477.2
Unproofread scanNot analysed yet
6. Τίνας ἂν εἴπη λόγους ὁ Ζεὺς ἰδὼν τὴν Ἰνὼ μεταβληθεῖσαν εἰς βοῦν. Ἀφροδίτης καὶ τῶν Ἀφροδίτης κατηγορήσω βελῶν, ²⁰ ἢ τὴν Ἥραν καὶ τὸ τῆς Ἥρας ζηλότυπον μέμφομαι; βάλλει μέν με παῖς Ἀφροδίτης, Ἥρα δὲ ξύνοικος ἐπέχει τὸ φάρμακον, ἡ μὲν τῶν ἔρωτων ὑπεκκαίει πυρί, ἡ δὲ δυρῶντι φθονεῖται τῆς πηγῆς, ἡ μὲν ὡς λειμῶνα τὸ κάλλος ἀναπετάννυσιν, ἡ δ᾽ οὐ συγχωρεῖ τῆς ὥρας ὡς ²⁵ ὀπώρας δρέπεσθαι, ὡς ἐκ καλύκων ῥόδον τῶν χειλέων ἀστράπτει τὸ χαρίεν, ἡ δ᾽ ὡς κέντρον ἐπανατείνεται τὸ βαρύζηλον· Ἡ ὦ δυστυχῆς ἔραστὴς ἐγὼ καὶ δύσερως, ὦ