Ancient Greek
491.2
Nicephorus Basilaces, Progymnasmata 491.2
Unproofread scanNot analysed yet
11. Τίνας ἂν εἴποι λόγους ὁ αὐλητὴς Ἰσμηνίας παρ᾽ Ἀλεξάνδρου βιαζόμενος ἐπανῆσαι τῇ τῶν Θηβαίων καταστροφῇ. ὦ παῖ Φιλίππου, τίνα ταύτην προὔβαλες τὴν ὑπόθεσιν· τίνι θεῶν ἀπάρξομαι τῆς ᾠδῆς, ποῖον ἄδω μέλος προνόμιον· Θήβας ἐπαινέσομαι καὶ χροτήσω Κάδμον τοῖς μέλεσιν. ἀλλ᾽ ἡ Κάδμου κεῖται καὶ πέπανται τὰ Θηβαίων σέμνα· Βάκχον ἐπικαλέσομαι κωμαστήν θεὸν εὐγενῆ, ἀλλ᾽ ὁ κάμπος οὗτος ἀγριος, καὶ Μακεδόνες ἐπεβάχχευσαν· Ἡρακλέα παιανίσω καλλίνικον τὸν ἡμέτερον ἥρωα, τὸν ἐκ Λιός, τὸν τῆς Ἀλκμήνης, τὸν Θήβηθεν· ἀλλ᾽ οὐχ ἔσθ᾽ ὅτε καὶ Θήβαις ὁ μέγας οὗτος ἥρως ἐπήμυνεν, ὦ πάλαι μὲν πόλεως εὐτυχοῦς, νῦν δὲ οἰκοπέδου λυπροῦ καὶ δυστυχοῦς· ὦ πάλαι μὲν εὐδαίμονος πολίτου, νῦν δὲ ἀπόλιδος αὐλητοῦ· κεῖται μὲν ἡ θρεφάμενη τὸν αὐλητήν· ὁ δ᾽ ἐπαυλεῖν ἐκβιάζεται καλλιεροῦσι τοῖς πολεμίοις, καὶ στεφανοῦν τοὺς ἀλάστορας, ὡς ἐν μεταιχμίῳ κατέστηχα, ὡς ἐν ἀπορίᾳ κατεῖλημμαι, δυσερωτιῶ περὶ τὴν ἐνεχοῦσαν καὶ τὰ ἐκείνης πάθη θρηνῶ· ἀλλ᾽ ἑτέρωθεν ἐπισεῖει μοι τὸ ξίφος ὁ Μακεδὼν καὶ πείθει παιανίζειν οὐχ ὅσια· ἔφημον ὁρῶ τὸ σύνθδες ἐκεῖνο καὶ φίλον θέατρον, καὶ τραγωδίαν ἐπισκευάζω τοῖς μέλεσιν, ἀλλ᾽ ἀντινομοθετεῖ μοι τρόπον ἄλλον ὁ Μακεδὼν, καὶ τυραννεῖ μετὰ τῆς πόλεως τοὺς αὐτούς· μέσος εὐτυχοῦντος βαρβάρου καὶ πόλεως ἀτυχοῦσης γίνομαι· ἕλκει πρὸς