Ancient Greek
492.1
Nicephorus Basilaces, Progymnasmata 492.1
Unproofread scanNot analysed yet
ὀδυρμὸν ἡ πατρίς, πείθει τὰ πρὸς ἡδονὴν αὐλεῖν ὁ πολέμιος· τίς ποτε σταδιοδρόμος ἐπιπεσόντι σταδίῳ τὰ τῶν ποδῶν ἐπεδείξατο· ποῖος ὁἱτὼρ ἐποχομένῳ τῷ βήματι τὴν γλῶτταν οὐ πρὸς θρῆνον ἐκίνησεν· αὐλητὴς ἐγὼ καὶ με Θῆβαι πόλις Ἑλλάς τοὺς αὐλοὺς ἐξεπαίδευσε· πολλάκις ἐν πανελληνίᾳ ταύτῃ ἐξῆμνει, πολλάκις ὀφθαλμὸν Ἑλλάδος ἐκάλεσεν, ἀλλὰ νῦν ὁ καλὸς οὗτος τῆς Ἑλλάδος ὀφθαλμὸς ὁρῶνται, καὶ δεῖ με θωπεύειν βαρβάρους τοὺς τὴν φίλην θεοῖς ἀναρπάσαντας πόλιν, τοὺς κοινούς τῶν Ἑλλήνων ἐχθρούς, τοὺς ἐκ Πέλλης, τοὺς Μακεδόνας, ὦ θεοὶ τίνα ταύτῃν ἄσω παλινωδίαν, πῶς βαρβάροις ἐπαυλήσω θύμασι, πῶς ἐπισπείσω Λιτροπαίῳ τὸ μέλος, οὐκ ἐπ' Ἀργείοις ἐπὶ τῆς Κάδμου πεδιάδος πεσοῦσιν, οὐχ ἐπὶ Λάκωσι παρὰ Θηβαίων χωμψοῖς ἐλεγχθεῖσιν, ἀλλ' ἐπὶ παιδὶ Φιλίππου νεανίᾳ Μακεδόνι, Θήβας ὅλας καταβαλόντι· οὐκ ἄρα Τερψιχόρη νῦν προσστήσεται τῶν αὐλῶν φίλανλος Μοῦσα καὶ θεὰ παῖς Ἑλληνίου Διός· καὶ φιλοῦσα τοὺς Ἕλληνας, ἀλλ' ἐριννύες τοῖς αὐλοῖς ἐπορχήσονται, καὶ Μακεδονικοὶ τινες ἀλάστορες δαίμονες, ἀποβδελύξεται καὶ Ἀθηνᾶ τὴν ὠδήν, καὶ τοὺς αὐλοὺς κατὰ γῆς ἀφιεῖσα τὴν ἀρχὴν οὐ μετ' ὠδῆς μελήσεται. ἐπιστενάζει καὶ Ἄρης τοῖς ἐμοῖς αὐλήμασιν, ἦπου κακεῖνος ὑπὸ μοιρῶν τὴν Θηβαίων ἄλωσιν ἐκβεβίαστα, ὡς ὑφ' ὑμῶν, ὦ Μακεδόνες, ἐγώ, τὰ αὐλήματα οἰμώζεται, καὶ Ἀφροδίτης μήτηρ Ἀρμονία θεός, καὶ ἀναρμοσίαν πᾶσιν ἐνθείη τοῖς ἄσμασιν, οὕτως ἀναφρόδιτον ἄσσμα, οὕτως ἀκαλλιέργητον θύσομαι· πεπτώκασι Θηβαίων παῖδες Ἀρμονίας, ἀπόγονοι Ἄρεος· πεπτώκασι οἱ γηγενεῖς, οἱ ἐκ δράκοντος φίλοι, θεράποντες Ἄρεος, ξίφος Μακεδονικὸν τοὺς σπαρτοὺς ἐξεθέρησε, στάχυν χρυσοεπήλικα, γένος Ἄρεϊ κάτοχον,