Ancient Greek
507.1
Nicephorus Basilaces, Progymnasmata 507.1
Unproofread scanNot analysed yet
ἐπεγείρει πόλεμον τῆς αἰσθήσεως, ἵν᾽ ὑποκλίψας λάθῃ τὸν νοῦν, οἷς ἀπατήσει τὴν αἴσθησιν· καὶ πολλοῖς πρότερον ἐπασκήσας τοῖς φάσμασι θέατρον συγκροτεῖ· πᾶν γένος συγκαλεῖται πρὸς θέαν, καὶ κριτὴν ἐφιστᾷ τῆς μάχης ταύτης ἄλλον αὐτοῦ δορυφόρον τύραννον· καὶ δὴ 5 πρῶτα μὲν ἠκροβολιζόμεθα λόγοις, καὶ πολὺς ἦν ἀπὸ γλώττης ὁ ἄγων, ὡς δὲ ἤδη τὸ ψεῦδος ἠλίσχετο, ὡ οἷον ἐκεῖνος ἠλαζονεύετο, ἐπὶ τὰ φάσματα ἔβλεψεν, ἐπὶ τὴν ἀβόητονργίαν ἔδραμε, θεὸς εἶναι διετείνετο, καὶ πρὸς αὐτοὺς οὐρανοὺς ἀνιέναι δυνήσεσθαι, καὶ καθίσαι μετὰ 10 τοῦ πατρὸς ἐκομψεύετο· ὡς τοῦτο γε τὸ μέρος οὐχ ἠνεύσατο, τὸν διδάσκαλον θεῖναι τὸν θρόνον ἐπὶ τῶν νεφελῶν ἀλαζονευόμενον· τοιγαροῦν ἐκεῖνο ἐξέπιπτε, καὶ νῦν οὕτως ὡς ἀπ᾽ οὐρανοῦ καταβέβληται, καὶ· κεῖται τὰ ἔσχατα ταῦτα· ὁ μὲν ἐκόμπαζε καὶ τὸ θέατρον ἐπηλά- 15 λαξεν, ἐγὼ δὲ Φαραὼ μὲν ἐπεκάλουν τὸν τύραννον, τῶν δ᾽ Αἰγύπτου μάγων ἐκείνων πολλῷ τὸν Σίμωνα χαλεπωτερων· Μωυσῇ δὲ παρεβεβλήμην αὐτὸς καὶ Παῦλον· Ἀαρὼν εἶχον ἕτερον, καὶ θεοῦ θεράπων εἶναι λαχὼν θεὸν ἐπεκαλοῦμην ὃν ἐκήρυττον, ὑπὲρ οὗ ταῦτα ἔφερον, 20 ῥάβδον ἤτουν ἐπασεῖναι τῷ γόητι, ὁ δ᾽ οὐκ ἠμέλησεν ἀλλ᾽ ἐπέδωκε, καὶ ῥάβδος ἦν λόγου καὶ κλῆσις Χριστοῦ, ταύτην ἐπαφήκα τὴν ῥάβδον ἐγώ, καὶ τὰ ξυνεφραπτόμενα τῶν δαιμονίων ἐπλήττετο, καὶ πᾶσα τοῦ μάγου ῥάβδος, ἰσχύς δηλαδή πονηρά, πρὸς τῆς ἐμῆς ῥάβδου 25 ταύτης ἐκπίπτει, καὶ ὁ πρὸ τοῦ κομψὸς γέλως νῦν καὶ πτῶμα καὶ δάκρυα· ἡμῖν δὲ τὸ θέατρον εἰς μαρτυρίαν ἀντιπερίσταται, καὶ τῷ πονηρῷ τὰ τῆς βουλῆς ἀντέστραπται· πάντες γεγόνασι θῆρα τοῦ θαύματος καὶ προσέονται τὴν ἀλήθειαν, τῶν δὲ ἐκείνου φασμάτων οὐ 30 μικρὸς παρ᾽ αὐτοῖς ὁ καταγέλως, ἀπόστολος ἐγὼ Χριστοῦ, καὶ τὸν τοῦ πονηροῦ πνεύματος ἀπόστολον κατηγώνισμαι, μαθητὴς ἐκράτησα μαθητοῦ καὶ διδάσκαλος