Ancient Greek
508.1
Nicephorus Basilaces, Progymnasmata 508.1
Unproofread scanNot analysed yet
ἀληθείας καθείλον ψεύδοντα διδάσκαλον, ἄλλος οὖν ἔχω τῶν πόνων καὶ τοῦ χρηύγματος, ἰκανῶς διεπίχτευσα τὸν πολέμιον· δεῖ δὴ με λοιπὸν καὶ πρὸς τὸ στρατηγεῖν ἀνελθεῖν, καὶ τοὺς τῆς ἀριστείας στεφάνους κομίσασθαι, ἄλλ’ ἤδη καὶ τὴν ἄνοδον ὁρῶ, καὶ πολλῆς ὕσης γέμω τῆς ἡδονῆς· ἀριστεύς εἰμι Χριστοῦ, ἔτι νεάζει μοι τὸ ἀριστεύμα· οὐκοῦν δεῖ με πεφοινίχθαι καὶ τὸ σῶμα καὶ τὴν τῆς ψυχῆς ἕσθητα τῷ αἵματι· τοῦτο τις ἐπὶ οὐρανοῦ τὰ σύμβολον ἰδὼν τὸν ἀριστεά ἐπιγνώσεται· καὶ θαυμάσεται μὲν τὴν ἀριστείαν· προσαποθαυμάσεται δὲ καὶ τὸ λάφυρον, ὅ νῦν εἰς Χριστὸν ἐφελκυσάμην ὅλον θέατρον· οὕτως ἐκεῖνος πρὸς τὸν πατέρα ἀνέδραμεν, οὕτως ἐγὼ βαδισῶμαι πρὸς τὸν διδάσκαλον· ἀλλ’ ἢν ἐκεῖνος ἀπ’ οὐρανοῦ καὶ πρὸς οὐρενὸν ἐτείνετο· ἐγὼ δ’ ἀπλῶς καὶ θνητὸς καὶ κάτωθεν ἀπὸ γῆς· τοιγαροῦν δεῖ με καὶ τέλος ἀλλάττειν, ἐπεὶ καὶ τὴν γένεσιν, τοῦτο καὶ τελευτῶν χαρισῶμαι τῷ διδασκάλῳ.