Ancient Greek
508.2
Nicephorus Basilaces, Progymnasmata 508.2
Unproofread scanNot analysed yet
176 Τινὰς ἂν εἴποι λόγους ὁ Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας γυναικὸς κατηγορηθεὶς, καὶ εἰς εἴρκτην ἐμβληθείς. Ὡς ἐπὶ δυστυχία γεγένημαι, καὶ μηδὲν ἀδικῶν δοῦλος γίνομαι, καὶ σωφρονῶν παρὰ τοῦτο κολάζομαι. ἐπ’ ἐμοὶ καὶ χορὸς ἀδελφῶν τὴν φύσιν ἐφεύσατο, καὶ δεσπότης γυνὴ τὰ σωφρόνων γυναικῶν οὐκ ἐτήρησεν, καὶ φθόνος με καθείλιν ἀδελφῶν τὰ πρῶτα, καὶ νῦν αὐθὶς ἕως κατεστρατήγησεν. ἀπόλωλα καὶ φθόνῳ καὶ ἕρωτι. ὦ δυστυχὴς ἐγώ, καὶ μισούμενος, καὶ φιλούμενος. ἦν μοι πατὴρ εὐδαίμων, καὶ πλήθος ἀδελφῶν καὶ πάντα λαμπρά. ἐμοὶ παρὰ τοὺς ἄλλους προεῖχε τὸν νοῦν ὁ πατήρ, ἐμοὶ καὶ τὰς χρηστοτέρας τῶν ἐλπίδων