Ancient Greek
102 to 112
NICOLAUS DAMASCENUS, Fragmenta 102-112
Not analysed yet
Ἰβήρων αἱ γυναῖκες κατ ̓ ἔτος ὅ τι ἂν ἐξυφήνωσιν ἐν κοινῷ δεικνύουσιν· ἄνδρες δὲ χειροτονητοὶ κρίναντες τὴν πλεῖστα ἐργασαμένην προτιμῶσιν· (2) Ἔχουσι δὲ καὶ μέτρον τι ζώνης, ᾗ τὴν γαστέρα περιλαβεῖν ἂν μὴ δυνηθῶσιν, αἰσχρὸν ἡγοῦνται. Παρὰ Ταρτησσίοις νεωτέρῳ πρεσβυτέρου καταμαρτυρεῖν οὐκ ἔξεστι. Κελτοὶ οἱ τῷ Ὠκεανῷ γειτνιῶντες αἰσχρὸν ἡγοῦνται τοῖχον καταπίπτοντα ἢ οἰκίαν φεύγειν. (2) Πλημμυρίδος δὲ ἐκ τῆς ἔξω θαλάττης ἐπερχομένης μεθ ̓ ὅπλων ἀπαντῶντες ὑπομένουσιν ἕως κατακλύζωνται, ἵνα μὴ δοκῶσι φεύγοντες τὸν θάνατον φοβεῖσθαι. Κελτοὶ σιδηροφοροῦντες τὰ κατὰ πόλιν πάντα πράττουσι. (2) Μείζω δ ̓ ἐστὶν ἐπιτίμια κατὰ τοῦ ξένον ἀνελόντος ἢ πολίτην· ὑπὲρ τοῦ μὲν γὰρ θάνατος ἡ ζημία, ὑπὲρ τοῦ δὲ πολίτου φυγή. (3) Τιμῶσι δὲ μάλιστα τοὺς χώραν τῷ κοινῷ προσκτωμένους. (4) Τὰς δὲ θύρας τῶν οἰκιῶν οὐδέποτε κλείουσι. Ὀμβρικοὶ ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις αἴσχιστον ἡγοῦνται ἡττημένοι ζῆν, ἀλλ ̓ ἀναγκαῖον ἢ νικᾶν ἢ ἀποθνήσκειν. Ὀμβρικοὶ ὅταν πρὸς ἀλλήλους ἔχωσιν ἀμφισβήτησιν, καθοπλισθέντες ὡς ἐν πολέμῳ μάχονται, καὶ δοκοῦσι δικαιότερα λέγειν οἱ τοὺς ἐναντίους ἀποσφάξαντες. Λευκανοὶ δικάζονται ἀλλήλοις ὥσπερ ἄλλου τινὸς ἀδικήματος, οὕτω καὶ ἀσωτίας καὶ ἀργίας. Ἐὰν δέ τις ἀσώτῳ δανείσας χρέος ἐλεγχθῇ, στέρεται αὐτοῦ. Καὶ Ἀθήνησι δὲ τῆς ἀργίας εἰσὶ δίκαι. Παρὰ Σαυνίταις κατ ̓ ἔτος οἵ τε ἠίθεοι κρίνονται δημοσίᾳ καὶ αἱ παρθένοι, ὁ δὲ κριθεὶς ἄριστος εἶναι λαμβάνει ἣν βούλεται, εἶτ ̓ ὁ μετ ̓ ἐκεῖνον δεύτερος καὶ οὕτως ἐφεξῆς. Δαρδανεῖς, Ἰλλυρικὸν ἔθνος, τρὶς ἐν τῷ βίῳ λούονται μόνον, ὅταν γεννῶνται, καὶ ἐπὶ γάμοις, καὶ τελευτῶντες. Λιβύρνιοι κοινὰς τὰς γυναῖκας ἔχουσι, καὶ τὰ τέκνα ἐν κοινῷ τρέφουσι μέχρις ἐτῶν πέντε· εἶτα τῷ ἕκτῳ συνενέγκαντες ἅπαντα τὰ παιδία τὰς ὁμοιότητας πρὸς τοὺς ἄνδρας εἰκάζουσι καὶ ἑκάστῳ τὸν ὅμοιον ἀποδιδόασι πατρί· ἀφ ̓ ἧς δ ̓ ἂν ἀπολάβῃ τὸ παιδίον, ἕκαστος υἱὸν ὑπολαμβάνει. Αὐταριᾶται τοὺς ἀδυνάτους τῶν στρατιωτῶν ἐν ταῖς ὁδοιπορίαις οὐδέποτε ζῶντας ἀπολείπουσι.