Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 113
Not analysed yet
Βοιωτῶν ἔνιοι τοὺς τὸ χρέος οὐκ ἀποδιδόντας εἰς ἀγορὰν ἄγοντες καθίσαι κελεύουσιν, εἶτα κόφινον ἐπιβάλλουσιν αὐτοῖς· ὃς δ ̓ ἂν κοφινωθῇ, ἄτιμος γίνεται. Δοκεῖ δὲ τοῦτο πεπονθέναι καὶ ὁ Εὐριπίδου πατὴρ, Βοιωτὸς ὢν τὸ γένος.