Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 115
Not analysed yet
Κρῆτες πρῶτοι Ἑλλήνων νόμους ἔσχον τοῦ Μίνωος θεμένου, ὃς καὶ πρῶτος ἐθαλασσοκράτησεν. Προσεποιεῖτο δὲ ὁ Μίνως παρὰ τοῦ Διὸς αὐτοῦ μεμαθηκέναι δι ̓ ἐννέα ἐτῶν εἴς τι ὄρος φοιτῶν, ἐν ᾧ Διὸς ἄντρον ἐλέγετο, κἀκεῖθεν ἀεί τινας νόμους φέρων τοῖς Κρησί. Μέμνηται δὲ τούτου καὶ Ὅμηρος, ἐν οἷς λέγει· Τοῖσι δ ̓ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἔνθα γε Μίνως ἐννέωρος βασίλευε, Διὸς μεγάλου ὀαριστής. (2) Οἱ δὲ Κρητῶν παῖδες ἀγελάζονται κοινῇ μετ ̓ ἀλλήλων σκληραγωγούμενοι, καὶ θήρας καὶ δρόμους τε ἀνάντεις ἀνυπόδητοι κατανύοντες, καὶ τὴν ἐνόπλιον πυρρίχην ἐκπονοῦντες, ἥντινα πρῶτος εὗρε Πύρριχος Κυδωνιάτης Κρὴς τὸ γένος. (3) Συσσιτοῦσι δ ̓ ἐν κοινῷ οἱ ἄνδρες τὴν αὐτὴν δίαιταν ἔχοντες ἐξ ἴσου πάντες. Δῶρα δὲ αὐτοῖς ἐστιν ὅπλα τιμιώτατα.