Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 114
Not analysed yet
Λακεδαιμονίοις τέχνας μανθάνειν ἄλλας ἢ τὰς εἰς πόλεμον εὐθέτους αἰσχρόν ἐστιν. (2) Ἑστιῶνται δὲ πάντες ἐν κοινῷ. (3) Τοὺς δὲ γέροντας αἰσχύνονται οὐδὲν ἧττον ἢ τοὺς ἰδίους πατέρας. (4) Γυμνάσια δ ̓ ὥσπερ ἀνδρῶν ἐστι, οὕτω καὶ παρθένων. (5) Ξένοις δ ̓ ἐμβιοῦν οὐκ ἔξεστιν ἐν Σπάρτῃ οὔτε Σπαρτιάταις ξενιτεύειν. (6) Ταῖς δὲ αὐτῶν γυναιξὶ παρακελεύονται ἐκ τῶν εὐειδεστάτων κύεσθαι καὶ ἀστῶν καὶ ξένων. (7) Χρηματίζεσθαι δ ̓ αἰσχρὸν Σπαρτιάταις. (8) Νομίσματι δὲ χρῶνται σκυτίνῳ· ἐὰν δὲ παρά τινι εὑρεθῇ χρυσὸς ἢ ἄργυρος, θανάτῳ ζημιοῦται. (9) Σεμνύνονται δὲ πάντες ἐπὶ τῷ ταπεινοὺς αὐτοὺς παρέχειν καὶ κατηκόους ταῖς ἀρχαῖς. (10) Μακαρίζονται δὲ μᾶλλον παρ ̓ αὐτοῖς οἱ γενναίως ἀποθνήσκοντες ἢ οἱ εὐτυχῶς ζῶντες. (11) Οἱ δὲ παῖδες νομίμως περί τινα βωμὸν περιιόντες μαστιγοῦνται, ἕως ἂν ὀλίγοι λειφθέντες στεφανωθῶσιν. (12) Αἰσχρὸν δέ ἐστι δειλῶν σύσκηνον ἢ συγγυμναστὴν ἢ φίλον γενέσθαι. (13) Κρίσις δὲ τῆς γεροντίας ἐπὶ τῷ τέρματι τοῦ βίου προτίθεται τοῖς τε εὖ ἢ κακῶς (καὶ κᾶλως Or.) ζήσασιν. (14) Ὅταν δὲ στρατεύωνται ἔξω χώρας, πῦρ ἀπὸ τοῦ βωμοῦ τοῦ Ἀγήτορος Διὸς ἐναυσάμενος πυρφόρος λεγόμενος σύνεστι τῷ βασιλεῖ ἄσβεστον αὐτὸ τηρῶν. (15) Συνεκπέμπονται δὲ τῷ βασιλεῖ μάντεις καὶ ἰατροὶ καὶ αὐληταὶ, οἷς ἐν ταῖς μάχαις ἀντὶ σαλπίγγων ἀεὶ χρῶνται. Μάχονται δὲ ἐστεφανωμένοι. (16) Ὑπανίστανται δὲ τῷ βασιλεῖ πάντες πλὴν τῶν ἐφόρων. Ὀμνύει τε πρὸ τῆς ἀρχῆς ὁ βασιλεὺς κατὰ τοὺς τῆς πόλεως νόμους βασιλεύσειν.