Ancient Greek
133 to 143
NICOLAUS DAMASCENUS, Fragmenta 133-143
Not analysed yet
Ἐν Βυάοις Λίβυσιν ἀνὴρ μὲν ἀνδρῶν βασιλεύει, γυνὴ δὲ γυναικῶν. Μασουλιεῖς Λίβυες ὅταν πολεμῶσι, τὰς μὲν νύκτας μάχονται, τὰς δ ̓ ἡμέρας εἰρήνην ἄγουσι. Δαψολίβυες ὅταν συναχθῶσιν, πάντες ἅμα γαμοῦσιν ἐν μιᾷ ἡμέρᾳ μετὰ δύσιν πλειάδος, καὶ μετὰ τὴν ἑστίασιν χωρὶς τῶν γυναικῶν κατακειμένων κατασβέσαντες τὸν λύχνον εἰσέρχονται, καὶ ὁ τυχὼν ἢν ἂν τύχῃ λαμβάνει. Μαχλυεῖς Λίβυες ὅταν πολλοὶ μνηστεύωνται γυναῖκα, παρὰ τῷ κηδεστῇ δειπνοῦσι παρούσης καὶ τῆς γυναικὸς, πολλὰ δὲ σκωπτόντων ἐφ ̓ ᾧ ἂν ἡ γυνὴ γελάσῃ, τούτῳ συνοικεῖ. Σαρδολίλυες οὐδὲν κέκτηνται σκεῦος ἔξω κύλικος καὶ μαχαίρας. Ἀλιτέμνιοι Λίβυες τοὺς ταχυτάτους αὑτῶν αἱροῦνται βασιλεῖς, τῶν δ ̓ ἄλλων τιμῶσι τὸν δικαιότατον. Οἱ Νομάδες τῶν Λιβύων οὐ ταῖς ἡμέραις, ἀλλὰ ταῖς νυξὶν αὐτῶν ἀριθμοῦσι τὸν χρόνον. Ἀτάραντες Λίβυες ὀνόματα οὐκ ἔχουσιν. (2) Ἡλίῳ δὲ ἀνίσχοντι λοιδοροῦνται ὡς πολλὰ κακαὶ φήναντι. (3) Τῶν δὲ θυγατέρων ἀρίστας κρίνουσι τὰς πλεῖστον χρόνον μεμενηκυίας παρθένους. Πάνηβοι Λίβυες, ὅταν αὐτοῖς ὁ βασιλεὺς ἀποθάνῃ, τὸ μὲν σῶμα κατορύττουσι, τὴν δὲ κεφαλὴν ἀποκόψαντες καὶ χρυσώσαντες ἀνατιθέασιν ἐν ἱερῷ. Αἰθίοπες τὰς ἀδελφὰς μάλιστα τιμῶσι, καὶ τὰς διαδοχὰς μάλιστα καταλείπουσιν οἱ βασιλεῖς οὐ τοῖς ἑαυτῶν, ἀλλὰ τοῖς τῶν ἀδελφῶν υἱοῖς. Ὅταν δ ̓ ὁ διαδεξόμενος μὴ ᾖ, τὸν κάλλιστον ἐκ πάντων καὶ μαχιμώτατον αἱροῦνται βασιλέα. (2) Ἀσκοῦσι δὲ εὐσέβειαν καὶ δικαιοσύνην. Ἄθυροι δ ̓ αὐτῶν αἱ οἰκίαι, καὶ ἐν ταῖς ὁδοῖς κειμένων πολλῶν οὐδὲ εἷς κλέπτει. Ἰνδοὶ συγκατακαίουσιν ὅταν τελευτήσωσι τῶν γυναικῶν τὴν προσφιλεστάτην. Αὐτῶν δὲ ἐκείνων ἀγὼν μέγιστος γίγνεται, σπουδαζόντων νικῆσαι ἑκάστην τῶν φίλων. [Τὸ αὐτὸ καὶ Ἡρόδοτος ἐν πέμπτῃ Ἱστοριῶν παρὰ Σκυθῶν τῶν ὕπερθεν Κρηστωναίων γίγνεσθαι λέγει.] Παρ ̓ Ἰνδοῖς ἐάν τις ἀποστερηθῇ δανείου ἢ παρακαταθήκης, οὐκ ἔστι κρίσις, ἀλλ ̓ αὑτὸν αἰτιᾶται ὁ πιστεύσας. (2) Ὁ δὲ τεχνίτου πηρώσας χεῖρα ἢ ὀφθαλμὸν θανάτῳ ζημιοῦται. Τὸν δὲ μέγιστα ἀδικήσαντα ὁ βασιλεὺς κελεύει κείρασθαι, ὡς ἐσχάτης οὔσης ταύτης ἀτιμίας.