Ancient Greek
144 to 147
NICOLAUS DAMASCENUS, Fragmenta 144-147
Not analysed yet
Ἀρίτονοι τῶν ἐμψύχων οὐδὲν ἀποκτείνουσι. Τὰ δὲ κεράμεα τῶν χρηστηρίων ἐν χρυσοῖς ἐλύτροις φυλάττουσι. Ἐν Παδαίοις, Ἰνδικῷ ἔθνει, οὐχ ὁ θύων, ἀλλ ̓ ὁ συνετώτατος τῶν παρόντων κατάρχεται τῶν ἱερῶν. Αἰτεῖται δ ̓ ἀεὶ παρὰ τῶν θεῶν οὐδὲν ἄλλο πλὴν δικαιοσύνης. Πραύσιοι τοὺς ἀστυγείτονας, ἐὰν λιμῷ πιεσθῶσι, τρέφουσι. Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ ̓ ἦν· ἵππῳ δὲ Πόδαργος· καὶ κυνὶ Θήραργος, καὶ θεράποντι Βάβης. Θεσσαλὸς, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός· ὤλετο δ ̓ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων. Τούτου τοῦ ἐπιγράμματος μέμνηται Νικόλαος ὁ Δαμασκηνὸς ὡς ἀρίστου.