Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 16
Not analysed yet
**εἴτε Βελλεροφόντης, εἴτε τὸ θηρίον ἀποθάνοι. Κτείνει δ ̓ οὖν τὴν Χίμαιραν ὁ Βελλεροφόντης, καὶ τὴν Λυκίαν ἐλευθεροῖ τῶν φόβων. Ἀγασθεὶς δ ̓ αὐτοῦ τὸ γενναῖον Ἀμφιάναξ, τήν τε θυγατέρα ἔδωκε καὶ [τὴν] βασιλείαν ἔχειν. Μετὰ δὲ ταῦτα, Σθενεβοίας ἀπαγξαμένης, ἀνάπυστος ὁ ἔρως ἐγένετο, καὶ ἡ Βελλεροφόντου δικαιοσύνη· καὶ ὁ Προῖτος αὐτῷ ὑπέχειν δίκας ἕτοιμος ἦν.