Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 17
Not analysed yet
Ὅτι ἐπὶ Περσέως (1) ταῦτα ἐγένετο. Τάνταλος ὁ Τμώλου, ἀφ ̓ οὗ τὸ ὄρος ὁ Τμῶλος ἐν Λυδίᾳ καλεῖται, πόλεμον ἔχων πρὸς Ἶλον τὸν Τρῶα Φρυγῶν βασιλέα, ἡττηθεὶς μάχῃ ἐκλείπει τὴν χώραν (2)· μέλλων δὲ εἰς Πελοπόννησον ἐξοικίζεσθαι, αὐτὸ μὲν ὑπὸ γήρως ἐν Λυδίᾳ ἔμεινεν, τὸν υἱὸν δὲ Πέλοπα σὺν στρατῷ ἔπεμψεν εἰς τὴν γῆν. Ὁ δὲ ἐπεὶ ἀφίκετο [ὑπὸ] πολλῷ (3) πλούτῳ τὴν ἀδελφὴν Νιόβην ἄγων, ὁρμηθεὶς τὸ τελευταῖον ἐκ Σιπύλου, ταύτην μὲν ἔδωκεν Ἀμφίονι τῷ Θηβαίῳ, αὐτὸς δὲ τῆς Πελοποννήσου ἦλθεν εἰς Πίσαν, ἔνθα ἐβασίλευσεν Οἰνόμαος θυγατέρα ἔχων Ἱπποδάμειαν, ἣν ἄλλοι τε ἐμνῶντο καὶ δὴ καὶ Μυρτίλος ὁ Ὑπεροχίδου (4), συγγενὴς Οἰνομάου. Ταύτης ὁ πατὴρ ἐρῶν οὐδενὶ ἤθελε καταινεῖν πρὸς γάμον· ἡ δ ̓ ἀναινομένη ἔφευγε (5) τὸν πατέρα. Ὡς δὲ ἦλθεν εἰς Πίσαν ὁ Πέλοψ ὑπὸ πολλῷ στρατῷ, πέμψας Μυρτίλον Οἰνόμαος (6) πρὸς αὐτὸν, ἐπυνθάνετο, ὅτου χάριν ἀφίκοιτο· προσεδόκε δὲ μνηστῆρα αὐτὸν γενέσθαι τῆς θυγατρός. Ὁ δὲ ἀπεκρίνατο πρὸς τὸν Μυρτίλον, ὅτι τὴν χώραν οἰκήσων. Καὶ ὁ Μυρτίλος εἶπεν ὅτι οὐκ εὐπετὲς εἴη ἄκοντος Οἰνομάου· αὐτὸς μέντοι δύνασθαι ἀντ ̓ ἐκείνου πρᾶξαι, εἰ ὑπόσχοιτο Οἰνομάου κρατήσας δώσειν αὐτῷ πρὸς γάμον τὴν ἐκείνου θυγατέρα. Ὁ δ ̓ ὑπέσχετο καὶ ὤμοσε ταῦτα ποιήσειν. Μετὰ ταῦτα ἔρχεται πρὸς Οἰνόμαον ὁ Μυρτίλος, καὶ τὰ παρὰ Πέλοπο διηγήσατο· ὁ δὲ τὸν στρατὸν ἀλίσας καὶ αὐτὸς ὁπλισθεὶς ἐξῆλθεν εἰς μάχην ἐκβαλεῖν Πέλοπα χρῄζων ἀπὸ τῆς χώρας. Ὁ δὲ αὐτῷ ὑπαντιάζει μετὰ τῶν ἑπομένων, καὶ ἀρχομένης τῆς μάχης, ὁ Μυρτίλος παραιβάτης ὢν ἐπὶ τοῦ ἅρματος, πλήξας ξίφει τὸν Οἰνόμαον ἀπὸ τοῦ δίφρου (7) κατέβαλε, καὶ ταῦτα πράξας πρὸς Πέλοπα ἀπεχώρησεν. Πεσόντος δὲ Οἰνομάου, ὁ στρατὸς διεσκεδάσθη, καὶ ἄλλοι ἄλλῃ ἔφευγον. Ὁ δὲ Πέλοψ, καθ ̓ ἡσυχίαν εἰς Πίσαν ἐλάσας, ἐκείνην κατέσχε καὶ τὴν Οἰνομάου πᾶσαν ἀρχήν. Ὕστερον δὲ Ἱπποδάμειαν γῆμαι θέλων, τὸν Μυρτίλον, διά τε τοῦτο καὶ Ἱπποδαμείᾳ χαριζόμενος δεομένῃ τιμωρήσασθαι τὸν φονέα τοῦ πατρὸς, ἀγαγὼν εἰς πέλαγος ἐπόντωσεν, καὶ μετὰ ταῦτα ἔγημε (3) τὴν Ἱπποδάμειαν.