Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 18
Not analysed yet
Ὅτι οἱ Ἀργοναῦται πλέοντες ἐπὶ Κόλχους, ἐπεὶ ἐγένοντο ἐν Λήμνῳ ὑπὸ γυναικῶν τότε οἰκουμένῃ, ἧς Ὑψιπύλη ἐβασίλευεν (οἱ δὲ ἄνδρες (1) ἤδη κατέλιπον τὰς γυναῖκας ὑπὸ ζηλοτυπίας, ὅτι ταῖς Θρῄσσαις ἐμίγνυντο καταλιμπάνοντες ταύτας), ἔρχεται εἰς λόγους Ἰάσονι Ὑψιπύλη· καὶ δῶρα δοῦσα ἔπεισεν αὑτῇ (2) συγκοιμηθῆναι, καὶ τοὺς ἄλλους πεῖσαι ταῖς λοιπαῖς συνευνᾶσθαι, ὡς ἂν ἐγγεννήσειαν παῖδας ἐξ αὐτῶν. Ὁ δὲ ἐπείσθη, καὶ συγγίνονται ταῖς Λημνίαις οἱ Ἀργοναῦται· καὶ ἡ Ὑψιπύλη παῖδα ἔσχεν Εὔνεον (3). Καὶ μείναντες ὀλίγον χρόνον, πάλιν ᾤχοντο.