Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 2
Not analysed yet
Οὗτος (1) ἐν τῇ ὅλῃ (2) παιδείᾳ διατεθραμμένος, διὰ τὰ καὶ τὸν πατέρα αὐτοῦ περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ ̓ αὐτῆς αὐτῷ ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο (3), ἔτι μᾶλλον ηὔξησε ταύτην, ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχὼν, ἄλλως τε καὶ φύσεως οὐ φαύλης λαβόμενος· ὥστε πρὶν γενειᾶν εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι, καὶ τῶν ἡλίκων διαφέρειν. Γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο, καὶ δι ̓ αὐτὴν (4) ποιητικῆς πάσης· αὐτός τε τραγῳδίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι δὲ (5) μᾶλλον ὕστερον αὐξηθεὶς, ὥστε καὶ τὴν δύναμιν συναυξῆσαι, ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα θεωρίας καὶ φιλοσοφίας πάσης (6) ἐπεμελεῖτο· ζηλωτὴς γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς τὸν ἄνδρα παιδείας ἀγαπήσας, χάριν εἰδέναι πᾶσιν ἔλεγεν ἀεὶ τοῖς μαθήμασι, πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. Ἔλεγε δὲ καὶ τὰς Μούσας διὰ τοῦτο ἄρα (7) πολλὰς ὑπὸ τῶν θεολόγων παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύματα, καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον, καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν, οὔτε τὴν ἀπόλειψιν ὁμοίως (8) ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τούτων ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. Οὗτος μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρισμὸν ἐχρήσατο οὐδὲ ἐκαπήλευσεν. Ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀποδημίᾳ Ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει (9) τοῖς ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν, ὅπου μὲν ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δὲ ἐναριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς ἑαυτῶν ἐνοικεῖν ἑστίαις· οὕτω καὶ διὰ τῆς ὅλης παιδείας διερχομένους δεῖν ἐν οἷς μὲν ἐπιτηδεύμασιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷς δ ̓ ἐπ ̓ ἔλαττον, καὶ τὰ μὲν ὅλα, τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμσάνειν, καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἀνελθόντας φιλοσοφεῖν.