Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 3
Not analysed yet
***καὶ παρακαλέσας οἷα δὴ φιλόσοφον καὶ ἀμνησίκακον ἐν πολὺ πλείονι ἦγε τιμῇ καὶ εὐνοίᾳ (2). Ὅτι ἐπράχθη τι φιλανθρωπίας πολλῆς ἐχόμενον Νικολάῳ. Ἰλιεῖς γὰρ (2), ἀφικνουμένης νύκτωρ ὡς αὐτοὺς Ἰουλίας τῆς Καίσαρος μὲν θυγατρὸς, γυναικὸς δὲ Ἀγρίππα, καὶ τοῦ Σκαμάνδρου μεγάλου ῥυέντος ὑπὸ χειμάρρων πολλῶν, κινδυνευούσης περὶ τὴν διάβασιν ἀπολέσθαι σὺν τοῖς κομίζουσιν αὐτὴν οἰκέταις, οὐκ ἤσθοντο. Ἐφ ̓ οἷς ἀγανακτήσας ὁ Ἀγρίππας, ὅτι οὐ παρεβοήθησαν οἱ Ἰλιεῖς, δέκα μυριάσιν αὐτοὺς ἐζημίωσεν ἀργυρίου. Οἱ δὲ ἀπόρως ἔχοντες, καὶ ἅμα οὐ προϋπειδόμενοι τὸν χειμῶνα, οὐδὲ ὅτι ἐξίοι ἡ παῖς (3), Ἀγρίππᾳ μὲν οὐδοτιοῦν εἰπεῖν ἐτόλμησαν, ἥκοντα δὲ τὸν Νικόλαον» δεόμενοι (4) παρασχεῖν αὐτοῖς Ἡρώδην βοηθὸν καὶ προστάτην. Καὶ ὃς μάλα προθύμως ὑπέστη διὰ τὴν τῆς πόλεως δόξαν, καὶ ἐδεήθη τοῦ βασιλέως, διηγήσατό τε αὐτῷ τὸ πρᾶγμα, ὡς οὐ δικαίως αὐτοῖς ὀργίζεται, οὔτε προειπὼν ὅτι πέμποι τὴν γυναῖκα ὡς αὐτοὺς, οὔθ ̓ ὅλως ἐκείνων προῃσθημένων διὰ τὸ νυκτὸς ἰέναι. Τέλος δ ̓ οὖν ἀναδεξάμενος ὁ ἀνὴρ τὴν προστασίαν εὑρίσκεται αὐτοῖς τὴν ἄφεσιν τῆς ζημίας, καὶ τὴν ὑπὲρ ταύτης ἐπιστολὴν, ἄτε δὴ ἀπεληλυθότων ἤδη διὰ τὸ ἀπογνῶναι τὴν ἀπόλυσιν, Νικολάῳ δίδωσι πλέον τι ἐπὶ Χίου καὶ Ῥόδου, ἔνθα ἦσαν αὐτῷ οἱ υἱεῖς· αὐτὸς γὰρ ἐπὶ Παφλαγονίας ᾔει σὺν Ἀγρίππᾳ. Νικόλαος δὲ ἐκ τῆς Ἀμισοῦ πλεύσας ἐπὶ Βυζάντιον, κἀκεῖθεν εἰς τὴν Τρωάδα γῆν, ἀνέβη εἰς Ἴλιον, καὶ τὴν τῆς ἀπολύσεως τοῦ χρέους ἐπιστολὴν ἀποδοὺς, σφόδρα ὑπὸ τῶν Ἰλιέων (5) αὐτός τε καὶ ἔτι μᾶλλον ὁ βασιλεὺς ἐτιμήθη.