Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 34
Not analysed yet
Ὅτι Αἴγισθος Ἀγαμέμνονα κατείνας τὸν βασιλέα συμβουλῇ τῆς γυναικὸς Κλυταιμνή- στρας, καὶ τὸν Ὀρέστην τὸν τοῦ Ἀγαμέμνονος υἱὸν ἔμελλεν ἀνελεῖν. Τοῦτον δὲ ἐρρύσατο Ταλθύβιος (1) ἐξαρπάσας, καὶ ἐκθέμενος εἰς τὴν Φωκίδα παρὰ Στρόφιον. Δεκάτῳ (2) δ ̓ ἔτει ἐκ Φωκέων ἐλθὼν μετὰ Πυλάδου τοῦ Στροφίου, Αἴγισθον καὶ τὴν μητέρα κτείνας, τῶν Μυκηνῶν ἐβασίλευεν. Ἐλαυνόμενος δὲ ὑπὸ τῶν Αἰγίσθου φίλων, κατὰ δὲ τὸν πλεῖστον λόγον ὑπὸ Ἐρινύων, ὡς ἐναγὴς, θεοῦ κελεύσαντος, εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐν Ἀρείῳ πάγῳ κριθεὶς ἀπέφυγεν. Αὕτη ἡ δίκη φόνου τετάρτη (3) ἐν Ἀθήναις ἐκρίθη.