Ancient Greek
35 to 37
NICOLAUS DAMASCENUS, Fragmenta 35-37
Not analysed yet
Καρνία, πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ. Ὅτι τὸν Ἀμυκλαῖον νομὸν κατὰ τὰς ὁμολογίας τῷ προδότῃ Φιλονόμῳ ἐξελόντες οἱ Ἡρακλεῖδαι ἀνέμητον ἀφῆκαν. Ὁ δὲ αἰσχυνόμενος ἐπὶ τῇ προδοσίᾳ, οὐδαμοῦ ἐφαίνετο. Οἱ δὲ Ἡρακλεῖδαι ἀναδασάμενοι καὶ τοῦτον ἐνέμοντο. Ὕστερόν γε μὴν ἀφικομένῳ ἐκ Λήμνου σὺν λαῷ, ὅντινα ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ [συνεπήγετο], πάλιν ἀπέδοσαν. Καὶ ὃς τοῖς ἥκουσι διελὼν τὴν γῆν, ᾤκει ἅμα αὐτοῖς βασιλεύων Ἀμυκλῶν. Θόρναξ, ὄρος τῆς Λακωνικῆς. Νικόλαος τετάρτῃ.