Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 43
Not analysed yet
Ὅτι Λυκάων ὁ Πελασγοῦ υἱὸς, βασιλεὺς Ἀρκάδων, ἐφύλαττε τὰ τοῦ πατρὸς εἰσηγήματα ἐν δικαιοσύνῃ. Ἀποστῆσαι δὲ (1) βουλόμενος καὶ αὐτὸς τῆς ἀδικίας τοὺς ἀρχομένους, ἔφη τὸν Δία ἑκάστοτε φοιτᾶν παρ ̓ αὐτὸν, ἀνδρὶ ξένῳ ὁμοιούμενον εἰς ἔποψιν τῶν δικαίων τε καὶ ἀδίκων. Καί ποθ ̓, ὡς αὐτὸς ἔφη, μέλλων ὑποδέχεσθαι τὸν θεὸν, θυσίαν ἐπιτελεῖν (2). Τῶν δὲ υἱῶν αὐτοῦ (3) πεντήκοντα, ὥς φασιν, ὄντων ἐκ πολλῶν γυναικῶν, βουλόμενοι γνῶναί τινες οἱ τῇ θυσίᾳ παρόντες, εἰ τῷ ὄντι θεὸν μέλλουσι ξενοδοχεῖν, θύσαντές τινα παῖδα, ἐγκατέμιξαν τοῖς ἱερείου (4) κρέασιν, ὡς οὐ λήσοντες, εἴπερ ὄντως θεὸς ἔπεισιν. Ὑπὸ δὲ τοῦ δαιμονίου χειμώνων μεγάλων καὶ κεραυνῶν ῥαγέντων, φασὶ τοὺς αὐτόχειρας ἅπαντας τοῦ παιδὸς ἀπολέσθαι (5).