Ancient Greek
40 to 42
NICOLAUS DAMASCENUS, Fragmenta 40-42
Not analysed yet
Μεσόλα, πόλις Μεσσήνης, μία τῶν πέντε. Νικόλαος τετάρτῳ. Ὑάμεια, πόλις Μεσσήνης, τῶν πέντε μία. Νηρίς, πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ. Ὅτι Φείδων κατὰ φιλίαν στασιάζουσι Κορινθίοις βοηθῶν, ἐπιθέσεως (1) ἐκ τῶν ἑταίρων γενομένης, ἀπέθανες. Ὅτι Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγχωρίων ἐξ ἐπιβουλῆς σφαγέντι, Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμωρήσατο, καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται (2). Ἀρκαδία· ἐκαλεῖτο δὲ Πελασγίη, ὡς Νικόλαος πέμπτῃ.