Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 51
Not analysed yet
Ὅτι Ἱππομένης, Ὁ Ἀθηναίων ἄρχων, ἐξέπεσε τῆς ἀρχῆς δι ̓ αἰτίαν τοιάνδε. Ἧν αὐτῷ θυγάτηρ, Ἥντινα τῶν ἀστῶν (1) τινος λάθρα αἰσχύναντος (2), ὑπ ̓ ὀργῆς (2) καθεῖρξεν εἰς οἴκημα δήσας σὺν ἵππῳ, καὶ τροφὴν οὐδετέρῳ (4) εἰσέπεμπε. Πιεσθεὶς οὖν λιμῷ ὁ ἵππος, ἐφορμήσας τῇ παιδὶ, ἀναλώσας τε αὐτὴν, καὶ αὐτὸς ὕστερον ἀπέθανε. Μετὰ ταῦτα ἐπισκαφείσης αὐτοῖς τῆς οἰκήσεως, ἀπ ̓ ἐκείνου ὁ χῶρος ἐκαλεῖτο Ἵππου καὶ Κόρης.