Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 52
Not analysed yet
Ὅτι Κυρηναίοις (1) οἱ Βάττον παῖδες Ἀρκεσίλαος** πρὸς ἀλλήλους στασιάσαντες μάχην ἤγειραν Λίβυας ἐπ ̓ αὐτοὺς ἐνεγκόντες. Καὶ ἡττῶνται Κυρηναῖοι· ἑπτακισχίλιοι γὰρ ἀπέθανον ἐν τῷ πολέμῳ. Ἀρκεσίλαος δ ̓ ἐπὶ τούτοις φάρμακον πίνει· δυσθνητοῦντα δ ̓ αὐτὸν ὁ ἀδελφὸς ἦγξε (2) Λέαρχος. Τὸν δὲ Λέαρχον ἡ τοῦ Ἀρκεσίλεω γυνὴ κτείνει Ἐρυξώ (3). Τὴν δὲ ἀρχὴν ὁ τοῦ Ἀρκεσίλεω παῖς ἐκδέχεται Βάττος χωλὸς ὤν.