Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 53
Not analysed yet
Ὅτι Ἴωνες ἐν τῷ πρὸς Ὀρχομενίους πολέμῳ καταδραμόντες (1) αὐτῶν τὰς κώμας, γυναῖκας αἰχμαλώτους πολλὰς ἠγάγοντο· καταπαλλακεύοντες δ ̓ αὐτὰς, παῖδας ἐξεγέννησαν. Ὑποτραφείσης δὲ τῶν νόθων νεότητος οὐκ ὀλίγης, δείσαντες οἱ γνήσιοι ἐκ τῆς χώρας αὐτοὺς ἐξανέστησαν. Οἱ δ ̓ εἰς Θορικὸν τῆς Ἀττικῆς ἀποχωρήσαντες, ἡγεμόνας αὐτῶν προστησάμενοι, ὁμοῦ τοῖς Ἴωσιν ἐξέπλευσαν (2). Συνῄεσαν δὲ αὐτοῖς πολλοὶ Πελοποννήσιοι· σχόντες δὲ πρὸς τῷ Ἕρμῳ ταῖς ναυσὶ καί τινα νησῖδα καταλαβόμενοι οὐχ ἑκὰς τῆς ἠπείρου, πολλῶν αὐτοῖς βαρβάρων ἐπιόντων, ἀντεῖχον κρατοῦντες, καὶ ἐπί τινα λόφον τῆς ἠπείρου περάσαντες τὸ [δὲ] μεταξὺ πᾶν χωννύναι διενοοῦντο. Κἀνταῦθα τειχοδομεῖν κωλύοντος αὐτοὺς Μέννεω τοῦ Κύμης τυράννου, ὃς τότε τῶν ταύτῃ χωρίων ἐκράτει, Οὐατίας, ἀδελφὸς αὐτοῦ, φιλίαν καὶ ἐπιγαμίαν συντίθεται πρὸς αὐτοὺς ἐπὶ τῷ κεῖνον καταλῦσαι, καὶ αὐτοῖς χώραν δοῦναι αὐτάρκη. Οἱ δὲ ὡμολόγησαν ἐκείνοις τε καὶ τῶν Κυμαίων ὅσους (3) ἐδύναντο [ἐπηγάγοντο] (3), καὶ ἐπεξῆλθον ἐπὶ τὸν Μέννην. Ταχὺ δὲ καὶ τοῦ δήμου προσθεμένου αὐτῷ, νικήσας μάχῃ παραδίδωσι τοῖς Κυμαίοις τὸν ἀδελφόν· οἱ δ ̓ ἐκ χειρὸς βαλόντες αὐτὸν κατέλευσαν, καὶ τὸν Οὐατίαν ἐστήσαντο βασιλέα. Ὁ δ ̓ εὐθέως τὰς πρὸς Φωκαέας (4) συνθήσας ἠξίου ἐμπεδοῦν, ἃς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας συνέθετο· οἱ δ ̓ ἐπείσθησαν καὶ τῆς γῆς ἔδοσαν.