Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 55
Not analysed yet
Ὅτι μετὰ τὸ ἀγαγεῖν τὸ νάκος τοὺς Ἀργοναύτας τῷ Πελίᾳ, Ἰάσων εὐθὺς ἐλθὼν Πελίᾳ φόνον ἐβούλευε τῆς ἀρχῆς πέρι, Μήδεια δ ̓ αὐτῷ ὑπέστη ἀνιδρωτὶ τοῦτο πράξειν. Ταχὺ δὲ ταῖς ἐκείνου θυγατράσιν ἐν ὁμιλίᾳ γενομένη ἔπειθεν, ὅτι αὐταῖς τὸν πατέρα γηραιὸν ὄντα ἀνηβῆσαι ποιήσειε διὰ φαρμάκων, εἴ μιν κατακόψασαι εἰς λέβητα ζέοντα ἐμβάλοιεν· εἰς δὲ πίστιν τοῦ λόγου, ὤς φασι, παλαί ̓ ἄττα κατακόψασα πρόβατα, νέα ἐκ παλαιῶν ἐποίει. Αἱ δὲ διὰ τοῦτο μάλιστα πεισθεῖσαι τὸν πατέρα ἔκτειναν· καὶ ὡς οὐδὲν ἐγίνετο ὧν προσεδόκων, ἐν πένθει μεγάλῳ ἦσαν. Οἱ δὲ Ἰωλκοὶ ἐπὶ τῷ ἔργῳ ἤχθηραν Μήδειάν τε καὶ Ἰάσονα, καὶ τοὺς μὲν φυγῇ ἐζημίωσαν· οἱ δ ̓ εἰς Κόρινθον ἀπεχώρησαν· ταῖς δὲ παισὶ συνέγνωσαν ὑπὸ ἀκακίας ἐξαπατηθείσαις· θανάτου γὰρ ῥυόμεναι τὸν πατέρα ἐκ γήρως, ἄκουσαι ἀπέκτειναν. Ἐπὶ δὲ τῷ Πελίου τάφῳ ἆθλα ἐτέθη μέγιστα καὶ τὰς θυγατέρας αὐτοῦ ἠγάγοντο, ὡς ἂν καθαρὰς φόνου, οἱ ἄριστοι. Ἐκ Πελοπείας (2) δὲ Κύκνος ἐγένετο, ᾧ Ἡρακλῆς ἐμαχέσατο ἐν Ἰτώνῳ τῆς Ἀχαίας· Ἄκαστος δ ̓ ὁ Πελίου ἐν Ἰωλκῷ ἐβασίλευεν, τοῦ πατρὸς τελευτήσαντος, Ἰάσονος φυγόντος εἰς Κόρινθον σὺν Μηδείᾳ.