Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 56
Not analysed yet
Ὅτι ἡ Ἀκάστου γυνὴ Πηλέως ἐρασθεῖσα, λόγους ὑπὲρ μίξεως εἰσφέρει· ἀναινομένου δὲ, δείσασα μή μιν κατείποι (1) πρὸς τὸν ἄνδρα, ὑποφθάσασα αὐτὸν προδιαβάλλει (2) πρὸς τὸν ἄνδρα, ὡς εὐνηθῆναί (3) οἱ θέλοντα. Ὁ δὲ λόχον ὑφείσας ἐπεβούλευσε Πηλεῖ. Καὶ ὃς αἰσθόμενος, εἰς πόλεμον κατέστη πρὸς αὐτὸν, ἐπικαλεσάμενος βοηθοὺς τούς τε Τυνδαρίδας καὶ Ἰάσονα, ἐχθρὸν ὄντα ἐκείνῳ (4), φίλος αὐτὸς ὦν διὰ τὸ σύμπλους ἐν τῇ Ἀργοῖ γεγονέναι· καὶ τήν τε Ἰωλκὸν αἱρεῖ καὶ τὴν Ἀκάστου γυναῖκα σφάττει.