Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 57
Not analysed yet
Ὅτι Λυκούργῳ τοιάδε ἡ τελευτὴ τοῦ βίου ἐγένετο. Βουλόμενος, ὥς φασι, τὸν (1) θεὸν ἐρέσθαι περὶ τινων ὑπολοίπων νόμων, ὥρκωσε Λακεδαιμονίους ἄχρις ἐπάνεισι μηδένα λῦσαι τῶν κειμένων. Ὀμοσάντων δ ̓, ἐπεὶ χρηστηριαζόμενος ἤκουσε παρὰ τοῦ θεοῦ, ὡς εὐδαίμων ἡ πόλις ἔσοιτο, εἰ τοῖς ἐκείνου νόμοις ἐμμένοι, ἔγνω, μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆς φυλακῆς ἐκ τοῦ ὅρκου ποιησάμενος. Καταβὰς δὲ εἰς Κρίσαν αὑτὸν διεργάζεται (2). Λακεδαιμόνιοι δὲ αἰσθόμενοι, διά τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθεῖσαν περὶ τὸν θάνατον, ναόν τε αὐτῷ ἐτεμένισαν, καὶ βωμὸν ἱδρυσάμενοι θύουσιν ὡς ἥρωι ἀνὰ πᾶν ἔτος (3). Περιφανῶς γὰρ δὴ (4) Σπαρτιάταις αἴτιος μόνος ἐγένετο τῆς εἰς ἅπαν ἀρετῆς τε καὶ ἡγεμονίας, οὐδὲν ἄμεινον τῶν ἄλλων πάλαι διακειμένοις· οὐ μόνον ὅτι αὐτοῖς νόμους ἔθετο ἀρίστους, ἀλλὰ καὶ ὅτι ἄκοντας προὐτρέψατο χρῆσθαι αὐτοῖς τρόπῳ τοιῷδε. Δύο σκύλακας λαβὼν (5) ἀπὸ τῆς αὐτῆς μητρὸς ἔτρεφε, χωρὶς δὲ ἀλλήλων ἀνομοίοις ἤθεσι, τὸν μὲν κατ ̓ οἶκον, ὄψα τε διδοὺς καὶ τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεσίοις θηρᾶν ἀναγκάζων καὶ στιβεύειν (6) ἐν ὄρεσιν. Ὡς δ ̓ ἑκάτερος αὐτῶν ὅμοιος ἐγένετο τῇ τροφῇ, Σπαρτιάταις ἐκκλησιάζουσι πρὸς τοὺς περιοίκους πολέμου πέρι,καὶ ἀμηχανοῦσι, παραγαγὼν ἀμφοτέρους εἰς μέσον, καὶ σὺν αὐτοῖς δόρκους τε καὶ ζωμοὺς (7) καὶ ὄψα ἐσκευασμένα, ἔλεξεν· «Ἀλλ ̓ ὅτι μὲν, ὦ Σπαρτιᾶται, τοῦ εὖ τε καὶ κακῶς πράττειν οὐκ ἄλλο ἐστὶν αἴτιον πλὴν τὸ ἔθεσι χρῆσθαι φαύλοις ἢ σώφροσι, πάρεστιν ὑμῖν ὁρᾶν. Οἵδε γέ τοι (8) τοὺς σκύλακας δείξας) τῆς αὐτῆς μητρὸς ὄντες, ἐναντίως δὲ ἀλλήλοις τεθραμμένοι, παρ ̓ αὐτὸ τοῦτο ἀνόμοιοι ἐκβεβήκασιν. Ὁ μὲν γὰρ θηρᾶν μαθὼν, ὁ δὲ λιχνεύειν, οὐδὲν ἂν (9) ἀντὶ τοῦδε, εἰ παρείκοι, ποιήσειε.» Καὶ ἅμα προσέταξε τῷ κυνουλκῷ μεθεῖναι ἐπὶ ἀμφοτέρους τὰ ἡτοιμασμένα. Τῶν δ ̓ ὁ μὲν κατοικίδιος ἐπὶ τοὖψον ὥρμησεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον, καὶ καταλαβὼν (10) ἐσπάραττε. Καὶ Λυκοῦργος πάλιν, «Ταῦτα, ἔφη, νομίσατε, ὦ Σπαρτιᾶται, καὶ εἰς ὐμᾶς τείνειν καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους· ὁποίοις γὰρ ἂν ἔθεσι καὶ νόμοις χρῆσθε, τοιούτους ἀποβαίνειν ἀνάγκη πρός τε πόνους καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποις μαθητὰ οἱ θεοὶ ἔδοσαν. Ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέρους εἶναι, καὶ τὸ οὖ (11) πράττειν καὶ κρατεῖν πάντων· τῷ δὲ ἡδυπαθεῖν τό τε δουλεύειν καὶ κακουργεῖν (12) καὶ μηδενὸς ἀξίους εἶναι.» Ὁ μὲν τοιαῦτα λέγων προὐτρέπετο τοὺς Σπαρτιάτας μεταβαλεῖν τε τὸν καθεστῶτα τρόπον τοῦ βίου, καὶ βελτίοσι νόμοις ἐθισθῆναι. Οἱ δὲ πεισθέντες οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶς ἄριστοι ἐγένοντο, ἡγεμόνες τε συνεχῶς, ἐξ ὅτου παρεδέξαντο τοὺς νόμους, ἐπὶ ἔτη πεντακόσια (13), καὶ οὐ πολλοῦ χρόνου ἐπὶ μέγα ἐχώρησαν δυνάμεως.