Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 84
Not analysed yet
Νικόλαος δ ̓ ὁ Δαμασκηνὸς, εἷς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων, ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν Ἱστοριῶν, Ῥωμαίους ἱστορεῖ παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως· «Τὰς τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεάτροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρρηνῶν παραλαβόντες τὸ ἔθος, ἀλλὰ κἀν ταῖς ἑστιάσεσιν. Ἐκάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους ἐπί τε ἄλλοις, καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, ὅτε καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους, καὶ ὁ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δ ̓ ἐκρότουν ἐπὶ τούτῳ ἡδόμενοι. Ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφε γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι, ἃς ἐκέκτητο· ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυτοῦ. Ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ ̓ ἄκυρον τὴν διαθήκην ἐποίησεν.»