Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 85
Not analysed yet
Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος, Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπορῶν χρημάτων, δραστήριος δὲ τὴν φύσιν ὢν καὶ στασιαστὴς, ἀλλοτρίως εἶχε πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως, διὰ τὴν πρὸς Ὑρκανὸν εὔνοιαν. Νικόλαος μέντοι φησὶν ὁ Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων Ἰουδαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. Ταῦτα δὲ λέγει χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ, βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ· περὶ οὗ κατὰ καιρὸν δηλώσομεν.