Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 91
Not analysed yet
Προσθαίη δ ̓ ἄν τις τούτοις καὶ τὰ παρὰ τοῦ Δαμασκηνοῦ Νικολάου. Φησὶ γὰρ οὗτος ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ παρατυχεῖν τοῖς Ἰνδῶν πρέσβεσιν, ἀφιγμένοις παρὰ Καίσαρα τὸν Σεβαστόν. Οὓς ἐκ μὲν τῆς ἐπιστολῆς πλείους δηλοῦσθαι, σωθῆναι δὲ τρεῖς μόνους, οὓς ἰδεῖν φησι, τοὺς δ ̓ ἄλλους ὑπὸ μήκους τῶν ὁδῶν διαφθαρῆναι τὸ πλέον. Τὴν δ ̓ ἐπιστολὴν ἑλληνίζειν ἐν διφθέρᾳ γεγραμμένην, δηλοῦσαν, ὅτι Πῶρος εἴη γράψας· ἑξακοσίων δὲ ἄρχων βασιλέων, ὅμως περὶ πολλοῦ ποιοῖτο φίλος εἶναι Καίσαρι καὶ ἕτοιμος εἴη δίοδόν τε παρέχειν ὅπῃ Βούλεται, καὶ συμπράττειν ὅσα καλῶς ἔχει. Ταῦτα μὲν ἔφη λέγειν τὴν ἐπιστολὴν, τὰ δὲ κομισθέντα δῶρα προσενέγκαι ὀκτὼ οἰκέτας γυμνοὺς ἐν περιζώμασι, καταπεπασμένους ἀρώμασιν· εἶναι δὲ τὰ δῶρα τόν τε Ἑρμᾶν ἀπὸ τῶν ὤμων ἀφῃρημένον ἐκ νηπίου τοὺς βραχίονας, ὃν καὶ ἡμεῖς εἴδομεν, καὶ ἐχίδνας μεγάλας, καὶ ὄφιν πηχῶν δέκα, καὶ χελώνην ποταμίαν τρίπηχυν, πέρδικα δὲ μείζω γυπός. Συνῆν δὲ, ὥς φασι, καὶ ὁ Ἀθήνησι κατακαύσας ἑαυτόν. Ποιεῖν δὲ τοῦτο τοὺς μὲν ἐπὶ κακοπραγίᾳ, ζητοῦντας ἀπαλλαγὴν τῶν παρόντων, τοὺς δ ̓ ἐπ ̓ εὐπραγίᾳ, καθάπερ τοῦτον· ἅπαντα γὰρ κατὰ γνώμην πράξαντα μέχρι νῦν, ἀπιέναι δεῖν, μή τι τῶν ἀβουλήτων χρονίζοντι συμπέσῃ· καὶ δὴ καὶ γελῶντα ἅλασθαι γυμνὸν ἐπαληλειμμένον ἐν περιζώματι ἐπὶ τὴν πυράν. Ἐπιγεγράφθαι δὲ τῷ τάφῳ· ΖΑΡΜΑΝΟΣ ΧΗΓΑΝ ΙΝΔΟΣ ΑΠΟ ΒΑΡΓΟΣΗΣ ΚΑΤΑ ΤΑ ΠΑΤΡΙΑ ΙΝΔΩΝ ΕΘΗ ΕΑΥΓΟΝ ΑΠΑΘΑΝΑΤΙΣΑΣ ΚΕΙΤΑΙ.