Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 92
Not analysed yet
Ὅμοιον δέ τι τούτων καὶ Μάρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν. Τῶν γὰρ Ἰώνων κινηθέντων ἐπ ̓ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππα, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος ὁ Σελεύκου υἱωνὸς, ὁ παρὰ τοῖς Ἕλλησι Θεὸς λεγόμενος, μόνοι μετέχωσιν, ἀξιούντων δ ̓, εἰ συγγενεῖς εἰσὶν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς ἰδίους αὐτῶν θεοὺς, καὶ δίκης περὶ τούτων συστάσης, ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὑτῶν ἔθεσι χρῆσθαι, συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ. Ὁ γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι. Τὸ δ ̓ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τῶν Νικολάου Ἱστοριῶν τὴν ἑκατοστὴν καὶ εἰκοστὴν τρίτην καὶ τετάρτην (1).