Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 92-2
Not analysed yet
Τότε δὲ περὶ τὴν Ἰωνίαν αὐτῶν γενομένων (Agrippam et Herodem dicit ex Ponto reduces), πολὺ πλῆθος Ἰουδαίων, ὃ τὰς πόλεις ᾤκει, προσῄει, καιροῦ καὶ παρρησίας ἐπειλημμένοι· καὶ τὰς ἐπηρείας ἔλεγον, ἃς ἐπηρεάζοντο, μήτε νόμοις οἰκείοις ἐώμενοι χρῆσθαι, δίκας τε ἀναγκαζόμενοι διδόναι κατ ̓ ἐπήρειαν τῶν εὐθυνόντων ἐν ἱεραῖς ἡμέραις, καὶ τῶν εἰς Ἱεροσόλυμα χρημάτων ἀνατιθεμένων ἀφαιροῖντο, στρατειῶν καὶ λειτουργιῶν ἀναγκαζόμενοι κοινωνεῖν, καὶ πρὸς ταῦτα δαπανᾶν τῶν ἱερῶν χρημάτων, ὧν ἀφείδησαν ἀεὶ, Ῥωμαίων αὐτοῖς ἐπιτρεψάτων κατὰ τοὺς οἰκείους ζῆν νόμους. Τοιαῦτα καταβοώντων, παρῃτήσατο μὲν ὁ βασιλεὺς ἀκοῦσαι τὸν Ἀγρίππαν αὐτῶν δικαιολογουμένων. Νικόλαον δέ τινα τῶν αὐτοῦ φίλων ἔδωκεν εἰπεῖν ὑπὲρ αὐτῶν τὰ δίκαια. Τοῦ δὲ Ἀγρίππα Ῥωμαίων τε τοὺς ἐν τέλει, καὶ βασιλέων καὶ δυναστῶν τοὺς παρόντας αὑτῷ συνέδρους ποιησαμένου, καταστὰς ὁ Νικόλαος ὑπὲρ τῶν Ἰουδαίων ἔλεξεν (2).