Ancient Greek
101.1
Nicolaus, Progymnasmata 101.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ (ΕΚΦΡΑΣΙΣ) κατηγοροῦντες καὶ συμβουλεύοντες ἠθοποιῶν πολλάκις δεόμεθα· ἐμοὶ δὲ δοκεῖ καὶ πρὸς τὸν ἐπιστολικὸν ἡμᾶς γυμνάζειν χαρακτῆρα, εἰ γε καὶ ἐν ἐκείνῳ δεῖ τοῦ ἤθους τῶν τε ἐπιστελλόντων καὶ πρὸς οὓς ἐπιστέλλουσι ποιεῖσθαι πρόνοιαν. αὐτὸ δὲ τὸ ἐπιστολικὸν εἴτε ὑφ’ ἑν τούτων τῶν τριῶν ἀνάγεται εἴτε ὑφ’ ἑτέρου, οὐ τοῦ νῦν ἐστὶ καιροῦ σκοπεῖν, ἄλλως τε ἐπειδή καὶ περὶ αὐτῶν ἐν τοῖς περὶ ἐγκωμίων ἀρκοῦντως ὡς πρὸς εἰσαγωγὴν ἐλέχθη.