Ancient Greek
101.3 to 101.4
Nicolaus, Progymnasmata 101.3-4
Unproofread scanNot analysed yet
10 Προοιμίων δὲ ἐνταῦθα συνεστραμμένων, ὅπου γε μηδὲ τῆς ἄλλης φράσεως τοιαύτης χρεία, οὐ δεησόμεθα, ἀλλ’ οὔδὲ διηγήσεων σφζουσῶν τὴν ἀκολουθίαν —εἰ δὲ μή, λύοιτο ἂν τὸ πάθος —,οὔδ’ ἀγωνιστικὸς ἔσται ὁ λόγος, ἀλλὰ μόνον κινῶν τὸν ἀκροατὴν εἰς ἡδονὴν ἢ εἰς δάκρυα. Περὶ ἐκφράσεως. Τινὲς μετὰ τὴν σύγκρισιν εὐθὺς τὴν ἐκφρασιν τάξαντες οὕτως ἔγραψαν· ἔστι μὲν ἡ τῶν ἐφεξῆς προγυμνασμάτων τάξις ἀδιάφορος ἄλλων ἄλλως ταττόντων, οὐδὲν δὲ κωλύει τὴν ἐκφρασιν ἐν μελέτῃ ποιεῖσθαι εὐθὺς