Ancient Greek
106.3
Nicolaus, Progymnasmata 106.3
Unproofread scanNot analysed yet
Τοῦτο δὲ τὸ προγύμνασμᾶ ἐστι μὲν τοῦ συμβουλευτικοῦ εἴδους, διαιρεῖται δὲ κατὰ τοὺς ἀκριβεῖς τεχνογράφους τοῖς πανηγυρικοῖς κεφαλαίοις. οὐ λέληθε γάρ με, ὅτι ἕτεροι καὶ ἑτέροις τισὶν ἐχρήσαντο κεφαλαίοις, οἱ μὲν τοῖς τελικοῖς καλουμένοις, τινὲς δὲ καὶ ἄλλοις, καινὰ αὐτοῖς ὀνόματα περιτιθέντες. περὶ ὧν ἰστέον, λέγω δὲ τῶν τοῖς καινοῖς ὀνόμασι χρησαμένων, ὅτι πάντα ἐκεῖνα τὰ ὡς κεφάλαια παρὰ τινων ὀνομαζόμενα ἐνθυμήματά ἐστι, συνιστάντα τὸ ἐν τῷ πράγματι χρήσιμον, οἷον ὁ λέγουσι κατὰ φύσιν ἢ κατὰ νόμον ἢ κατ᾽ ἔθος ἢ κατὰ τὸ ὅσιον τὸ περὶ τοὺς τελευτήσαντας ἢ ὅσιον τὸ περὶ τὴν πατρίδα· τοιαῦτα γάρ τινα κεφάλαια ἐξευρήκασι. ὅψομεν οὖν εἶναι τὴν ἐξέτασιν ἡμῖν περὶ τοῦ εἰ γαμητέον· ἐνταῦθα τοίνυν εἰ ἀρξάμεθα, εἰ κατὰ φύσιν τὸ πρᾶγμα, ζητεῖν, εἰ κατ᾽ ἔθος, εἰ κατὰ νόμον, εἰ ὅσιον