Ancient Greek
107.1
Nicolaus, Progymnasmata 107.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ (ΘΕΣΙΣ) περὶ πατρίδα, εἰ ὅσιον περὶ προγόνους, τί ἄλλο ζη-5 τοῦμεν, ἢ ὅσα ἂν ἀγαθὰ ἐκ τοῦ γάμου γένοιτο, ἅπερ ἂν εἴη ἐνθυμήματα τῶν ἐγκωμιαστικῶν κεφαλαίων ἑνός; εἰ δὲ ζητοίημεν, τίνες οἱ εὑρόντες καὶ πρῶτοι χρησάμενοι, τί ἕτερον ἢ ἐροῦμεν τὰ ἐνθυμήματα, ἅπερ ἀντὶ τοῦ γέ-10 νους παραληψόμεθα; ὥστε μοι δοκοῦσι καλῶς ποιεῖν οἱ τοῖς ἐγκωμιαστικοῖς αὐτὴν διαιροῦντες κεφαλαίοις, ἵνα ἡ μὲν τὸ προγύμνασμα εἴδους συμβουλευτικοῦ, ὕλης δὲ πανηγυρικῆς καὶ διαιρέσεως· καὶ γὰρ ἐν αὐταῖς ταῖς τε-15 λείαις κατὰ συμβουλὴν ὑποθέσεσιν ἢ προτρέποντες ἢ ἀποτρέποντες δι’ ἐπαίνων ἢ ψόγων αὐτὸ κατασκευάζειν εἴωθαμεν. ὥστε μοι καὶ ἐνταῦθα ἐπαινετοὶ δοκοῦσιν οἱ οὕτω διαιροῦντες.