Ancient Greek
112.3 to 112.4
Nicolaus, Progymnasmata 112.3-4
Unproofread scanNot analysed yet
Γυμνασία δὲ γίνεται τῶν νόμων ἐν εἰσηγήσει μὲν καὶ ἀντιλογία, ὅταν πρῶτον εἰσφέρηται, ἐν κατηγορίᾳ δὲ καὶ ἀπολογίᾳ, ὅταν πάλαι κειμένου ἐξέτασις γίνηται· καθόλου γὰρ ἢ τὸν ὄντα διαβάλλομεν ἢ συνιστῶμεν, ἢ τὸν μὴ ὄντα εἰσφέρομεν ἢ εἰσφέρεσθαι κωλύομεν. Τὸ παρὸν προγύμνασμά ἐστι πρωτοτύπως τοῦ δικανικοῦ· γένοιτο δ’ ἂν τις καὶ τοῦ συμβουλευτικοῦ συγγένεια πρὸς αὐτό, ἀλλὰ καὶ τοῦ πανηγυρικοῦ βραχεῖά τις, καθὸ ἐπαινοῦντες ἢ ψέγοντες ἢ κυροῦν ἢ ἀκυροῦν ἐθέλομεν.