Ancient Greek
112.5
Nicolaus, Progymnasmata 112.5
Unproofread scanNot analysed yet
τα δὲ εἰς ἔγραφα καὶ ἄγραφα. ἔγγραφον τὸ ἐκ νόμου, ἄγραφον τὸ ἐξ ἔθους. τούτων δ’ ἡ τάξις ἐν μὲν πεπλασμένῃ ὑποθέσει ὡς εἴκως εὑρεθήσεται, ἐν δὲ ἀληθεῖ πραγμάτων ὑποθέσει τῆς τάξεως κριτὴς ὁ ἀγωνιζόμενος, ὥσπερ καὶ Δημοσθένης ποιεῖ ταῖς χρεῖαις τὴν τάξιν συμμεταβάλλων τῆς διαιρέσεως. γυμνασία δὲ γίνεται τῶν νόμων ἐν εἰσηγήσει μὲν καὶ ἀντιλογία, ὅταν πρῶτον εἰσφέρηται, ἐν κατηγορίᾳ δὲ καὶ ἀπολογίᾳ, ὅταν πάλαι κειμένου ἐξέτασις γίνηται· καθόλου γὰρ ἢ τὸν ὄντα διαβάλλομεν ἢ συνιστῶμεν, ἢ τὸν μὴ ὄντα εἰσφέρομεν ἢ εἰσφέρεσθαι κωλύομεν 15 Ac: τὸ παρὸν γύμνασμα ἐστι μὲν τοῦ δικανικοῦ· γένοιτο δ’ ἂν τις καὶ τοῦ συμβουλευτικοῦ συγγένεια πρὸς αὐτὸ καὶ βραχεῖά τις τοῦ πανηγυρικοῦ, καθὸ ἐπαινοῦντες ἢ ψέγοντες κυροῦν ἢ ἀκυροῦν ἐθέλομεν. τοῦ δὲ πολιτικοῦ λόγου