Ancient Greek
17.1
Nicolaus, Progymnasmata 17.1
Unproofread scanNot analysed yet
ὅσοι δὲ καὶ ἀνδραγαθῆματος αὐτὸν εἶναι αὔξησιν ὁρίσαντο, οὐκ ἐπέστησαν τὸ ἐγκώμιον τῆς οἰκείας ἐκβάλλοντες χρείας. εἰ γὰρ ὁ κοινὸς τόπος τὸ τοῦ ἐγκωμίου ἐργάσαιτο, περιττὸν καὶ ἄλλως ὄχλος ἡ τοῦ ἐγκωμίου μάθησις, ἄλλως τε εἰ πρόκειται ἐν κοινῷ τόπῳ ὑπὲρ τινων λέγειν, πάντως ἢ ὑπὲρ αὐτῶν ἐροῦμεν, καθ’ ὧν ἤδη εἴρηκαμεν, ἢ ὑπὲρ ἑτέρων· ἀλλ’ εἰ μὲν ὑπὲρ τούτων, καθ’ ὧν καὶ προειρήκαμεν, οἷον κατὰ φονέως ἢ ὑπὲρ φονέως, οὐκέτι τὸ πρᾶγμα ὁμολογῆται,